4.16 Τῆς δὲ γῆς τῆς πέρι ὅδε λόγος ὅρμηται λέγεσθαι , οὐδεὶς οἶδε ἀτρεκέως τι τὸ κατύπερθέ ἐστι . Οὐδενὸς γὰρ δὴ αὐτόπτεω εἰδέναι φαμένου δύναμαι πυθέσθαι · οὐδὲ γὰρ οὐδὲ Ἀριστέης , τοῦ περ ὀλίγῳ πρότερον τούτων μνήμην ἐποιεύμην , οὐδὲ οὗτος προσωτέρω Ἰσσηδόνων αὐτὸς ἐν τοῖσι ἔπεσι ποιέων ἔφησε ἀπικέσθαι , ἀλλὰ τὰ κατύπερθε ἔλεγε ἀκοῇ , φὰς Ἰσσηδόνας εἶναι τοὺς ταῦτα λέγοντας . Ἀλλ’ ὅσον μὲν ἡμεῖς ἀτρεκέως ἐπὶ μακρότατον οἷοί τε ἐγενόμεθα ἀκοῇ ἐξικέσθαι , πᾶν εἰρήσεται .
4.17 Ἀπὸ τοῦ Βορυσθενεϊτέων ἐμπορίου τοῦτο γὰρ τῶν παραθαλασσίων μεσαίτατόν ἐστι πάσης τῆς Σκυθικῆς , ἀπὸ τούτου πρῶτοι Καλλιπίδαι νέμονται ἐόντες Ἑλληνοσκύθαι , ὑπὲρ δὲ τούτων ἄλλο ἔθνος οἳ Ἀλαζῶνες καλέονται · οὗτοι δὲ καὶ οἱ Καλλιπίδαι τὰ μὲν ἄλλα κατὰ ταὐτὰ Σκύθῃσι ἐπασκέουσι , σῖτον δὲ καὶ σπείρουσι καὶ σιτέονται , καὶ κρόμμυα καὶ σκόροδα καὶ φακοὺς καὶ κέγχρους . Ὑπὲρ δὲ Ἀλαζώνων οἰκέουσι Σκύθαι ἀροτῆρες , οἳ οὐκ ἐπὶ σιτήσι σπείρουσι τὸν σῖτον ἀλλ’ ἐπὶ πρήσι . Τούτων δὲ κατύπερθε οἰκέουσι Νευροί · Νευρῶν δὲ τὸ πρὸς βορέην ἄνεμον ἔρημος ἀνθρώπων , ὅσον ἡμεῖς ἴδμεν . Ταῦτα μὲν παρὰ τὸν Ὕπανιν ποταμόν ἐστι ἔθνεα πρὸς ἑσπέρης τοῦ Βορυσθένεος .