4.15 Ταῦτα μὲν αἱ πόλιες αὗται λέγουσι , τάδε δὲ οἶδα Μεταποντίνοισι τοῖσι ἐν Ἰταλίῃ συγκυρήσαντα μετὰ τὴν ἀφάνισιν τὴν δευτέρην Ἀριστέω ἔτεσι τεσσεράκοντα καὶ διηκοσίοισι , ὡς ἐγὼ συμβαλλόμενος ἐν Προκοννήσῳ τε καὶ Μεταποντίῳ εὕρισκον . Μεταποντῖνοι γάρ φασι αὐτὸν Ἀριστέην φανέντα σφι ἐς τὴν χώρην κελεῦσαι βωμὸν Ἀπόλλωνος ἱδρύσασθαι καὶ Ἀριστέω τοῦ Προκοννησίου ἐπωνυμίην ἔχοντα ἀνδριάντα παρ’ αὐτὸν στῆσαι · φάναι γάρ σφι τὸν Ἀπόλλωνα Ἰταλιωτέων μούνοισι δὴ ἀπικέσθαι ἐς τὴν χώρην , καὶ αὐτός οἱ ἕπεσθαι νῦν ἐὼν Ἀριστέης · τότε δέ , ὅτε εἵπετο τῷ θεῷ , εἶναι κόραξ . Καὶ τὸν μὲν εἰπόντα ταῦτα ἀφανισθῆναι , σφέας δὲ Μεταποντῖνοι λέγουσι ἐς Δελφοὺς πέμψαντας τὸν θεὸν ἐπειρωτᾶν τι τὸ φάσμα τοῦ ἀνθρώπου εἴη . Τὴν δὲ Πυθίην σφέας κελεύειν πείθεσθαι τῷ φάσματι , πειθομένοισι δὲ ἄμεινον συνοίσεσθαι · καὶ σφέας δεξαμένους ταῦτα ποιῆσαι ἐπιτελέα . Καὶ νῦν ἕστηκε ἀνδριὰς ἐπωνυμίην ἔχων Ἀριστέω παρ’ αὐτῷ τῷ ἀγάλματι τοῦ Ἀπόλλωνος , πέριξ δὲ αὐτὸν δάφναι ἑστᾶσι · τὸ δὲ ἄγαλμα ἐν τῇ ἀγορῇ ἵδρυται . Ἀριστέω μέν νυν πέρι τοσαῦτα εἰρήσθω .