4.14 Καὶ ὅθεν μὲν ἦν Ἀριστέης ταῦτα ποιήσας , εἴρηται · τὸν δὲ περὶ αὐτοῦ ἤκουον λόγον ἐν Προκοννήσῳ καὶ Κυζίκῳ , λέξω . Ἀριστέην γὰρ λέγουσι , ἐόντα τῶν ἀστῶν οὐδενὸς γένος ὑποδεέστερον , ἐσελθόντα ἐς κναφήιον ἐν Προκοννήσῳ ἀποθανεῖν , καὶ τὸν κναφέα κατακληίσαντα τὸ ἐργαστήριον οἴχεσθαι ἀγγελέοντα τοῖσι προσήκουσι τῷ νεκρῷ . Ἐσκεδασμένου δὲ ἤδη τοῦ λόγου ἀνὰ τὴν πόλιν ὡς τεθνεὼς εἴη Ἀριστέης , ἐς ἀμφισβασίας τοῖσι λέγουσι ἀπικνέεσθαι ἄνδρα Κυζικηνὸν ἥκοντα ἐξ Ἀρτάκης πόλιος , φάντα συντυχεῖν τέ οἱ ἰόντι ἐπὶ Κυζίκον καὶ ἐς λόγους ἀπικέσθαι . Καὶ τοῦτον μὲν ἐντεταμένως ἀμφισβατέειν , τοὺς δὲ προσήκοντας τῷ νεκρῷ ἐπὶ τὸ κναφήιον παρεῖναι ἔχοντας τὰ πρόσφορα ὡς ἀναιρησομένους · ἀνοιχθέντος δὲ τοῦ οἰκήματος οὔτε τεθνεῶτα οὔτε ζώοντα φαίνεσθαι Ἀριστέην . Μετὰ δὲ ἑβδόμῳ ἔτεϊ φανέντα αὐτὸν ἐς Προκόννησον ποιῆσαι τὰ ἔπεα ταῦτα τὰ νῦν ὑπ’ Ἑλλήνων Ἀριμάσπεα καλέεται , ποιήσαντα δὲ ἀφανισθῆναι τὸ δεύτερον .