4.12 Καὶ νῦν ἔστι μὲν ἐν τῇ Σκυθικῇ Κιμμέρια τείχεα , ἔστι δὲ πορθμήια Κιμμέρια , ἔστι δὲ καὶ χώρη οὔνομα Κιμμερίη , ἔστι δὲ Βόσπορος Κιμμέριος καλεόμενος . Φαίνονται δὲ οἱ Κιμμέριοι φυγόντες ἐς τὴν Ἀσίην τοὺς Σκύθας καὶ τὴν χερσόνησον κτίσαντες ἐν τῇ νῦν Σινώπη πόλις Ἑλλὰς οἴκηται · φανεροὶ δέ εἰσι καὶ οἱ Σκύθαι διώξαντες αὐτοὺς καὶ ἐσβαλόντες ἐς γῆν τὴν Μηδικήν , ἁμαρτόντες τῆς ὁδοῦ · οἱ μὲν γὰρ Κιμμέριοι αἰεὶ τὴν παρὰ θάλασσαν ἔφευγον , οἱ δὲ Σκύθαι ἐν δεξιῇ τὸν Καύκασιν ἔχοντες ἐδίωκον ἐς οὗ ἐσέβαλον ἐς γῆν τὴν Μηδικήν , ἐς μεσόγαιαν τῆς ὁδοῦ τραφθέντες . Οὗτος δὲ ἄλλος ξυνὸς Ἑλλήνων τε καὶ Βαρβάρων λεγόμενος λόγος εἴρηται .
4.13 Ἔφη δὲ Ἀριστέης Καϋστροβίου ἀνὴρ Προκοννήσιος , ποιέων ἔπεα , ἀπικέσθαι ἐς Ἰσσηδόνας φοιβόλαμπτος γενόμενος , Ἰσσηδόνων δὲ ὑπεροικέειν Ἀριμασποὺς ἄνδρας μουνοφθάλμους , ὑπὲρ δὲ τούτων τοὺς χρυσοφύλακας γρῦπας , τούτων δὲ τοὺς Ὑπερβορέους κατήκοντας ἐπὶ θάλασσαν · τούτους ὦν πάντας πλὴν Ὑπερβορέων , ἀρξάντων Ἀριμασπῶν , αἰεὶ τοῖσι πλησιοχώροισι ἐπιτίθεσθαι , καὶ ὑπὸ μὲν Ἀριμασπῶν ἐξωθέεσθαι ἐκ τῆς χώρης Ἰσσηδόνας , ὑπὸ δὲ Ἰσσηδόνων Σκύθας , Κιμμερίους δὲ οἰκέοντας ἐπὶ τῇ νοτίῃ θαλάσσῃ ὑπὸ Σκυθέων πιεζομένους ἐκλείπειν τὴν χώρην . Οὕτω οὐδὲ οὗτος συμφέρεται περὶ τῆς χώρης ταύτης Σκύθῃσι .