4.11 Ἔστι δὲ καὶ ἄλλος λόγος ἔχων ὧδε , τῷ μάλιστα λεγομένῳ αὐτὸς πρόσκειμαι . Σκύθας τοὺς νομάδας οἰκέοντας ἐν τῇ Ἀσίῃ , πολέμῳ πιεσθέντας ὑπὸ Μασσαγετέων , οἴχεσθαι διαβάντας ποταμὸν Ἀράξην ἐπὶ γῆν τὴν Κιμμερίην · τὴν γὰρ νῦν νέμονται Σκύθαι , αὕτη λέγεται τὸ παλαιὸν εἶναι Κιμμερίων . Τοὺς δὲ Κιμμερίους ἐπιόντων Σκυθέων βουλεύεσθαι ὡς στρατοῦ ἐπιόντος μεγάλου · καὶ δὴ τὰς γνώμας σφέων κεχωρισμένας , ἐντόνους μὲν ἀμφοτέρας , ἀμείνω δὲ τὴν τῶν βασιλέων · τὴν μὲν γὰρ δὴ τοῦ δήμου φέρειν γνώμην ὡς ἀπαλλάσσεσθαι πρῆγμα εἴη μηδὲ πρὸς πολλοὺς δέοι μένοντας κινδυνεύειν , τὴν δὲ τῶν βασιλέων διαμάχεσθαι περὶ τῆς χώρης τοῖσι ἐπιοῦσι . Οὐκ ὦν δὴ ἐθέλειν πείθεσθαι οὔτε τοῖσι βασιλεῦσι τὸν δῆμον οὔτε τῷ δήμῳ τοὺς βασιλέας . Τοὺς μὲν δὴ ἀπαλλάσσεσθαι βουλεύεσθαι ἀμαχητὶ τὴν χώρην παραδιδόντας τοῖσι ἐπιοῦσι , τοῖσι δὲ βασιλεῦσι δόξαι ἐν τῇ ἑωυτῶν κεῖσθαι ἀποθανόντας μηδὲ συμφεύγειν τῷ δήμῳ , λογισαμένους ὅσα τε ἀγαθὰ πεπόνθασι καὶ ὅσα φεύγοντας ἐκ τῆς πατρίδος κακὰ ἐπίδοξα καταλαμβάνειν . Ὡς δὲ δόξαι σφι ταῦτα , διαστάντας καὶ ἀριθμὸν ἴσους γενομένους μάχεσθαι πρὸς ἀλλήλους · καὶ τοὺς μὲν ἀποθανόντας πάντας ὑπ’ ἑωυτῶν θάψαι τὸν δῆμον τῶν Κιμμερίων · παρὰ ποταμὸν Τύρην καί σφεων ἔτι δῆλός ἐστι τάφος , θάψαντας δὲ οὕτω τὴν ἔξοδον ἐκ τῆς χώρης ποιέεσθαι . Σκύθας δὲ ἐπελθόντας λαβεῖν τὴν χώρην ἐρήμην .