4.3 Ἐκ τούτων δὴ ὦν σφι τῶν δούλων καὶ τῶν γυναικῶν ἐπετράφη νεότης , οἳ ἐπείτε ἔμαθον τὴν σφετέρην γένεσιν , ἠντιοῦντο αὐτοῖσι κατιοῦσι ἐκ τῶν Μήδων . Καὶ πρῶτα μὲν τὴν χώρην ἀπετάμοντο , τάφρον ὀρυξάμενοι εὐρέαν κατατείνουσαν ἐκ τῶν Ταυρικῶν ὀρέων ἐς τὴν Μαιῆτιν λίμνην , τῇ πέρ ἐστι μεγίστη · μετὰ δὲ πειρωμένοισι ἐσβάλλειν τοῖσι Σκύθῃσι ἀντικατιζόμενοι ἐμάχοντο . Γινομένης δὲ μάχης πολλάκις καὶ οὐ δυναμένων οὐδὲν πλέον ἔχειν τῶν Σκυθέων τῇ μάχῃ , εἷς αὐτῶν ἔλεξε τάδε · ʹ Οἷα ποιεῦμεν , ἄνδρες Σκύθαι ; Δούλοισι τοῖσι ἡμετέροισι μαχόμενοι αὐτοί τε κτεινόμενοι ἐλάσσονες γινόμεθα καὶ ἐκείνους κτείνοντες ἐλασσόνων τὸ λοιπὸν ἄρξομεν . Νῦν ὦν μοι δοκέει αἰχμὰς μὲν καὶ τόξα μετεῖναι , λαβόντα δὲ ἕκαστον τοῦ ἵππου τὴν μάστιγα ἰέναι ἆσσον αὐτῶν . Μέχρι μὲν γὰρ ὥρων ἡμέας ὅπλα ἔχοντας , οἱ δὲ ἐνόμιζον ὅμοιοί τε καὶ ἐξ ὁμοίων ἡμῖν εἶναι · ἐπεὰν δὲ ἴδωνται μάστιγας ἀντὶ ὅπλων ἔχοντας , μαθόντες ὡς εἰσὶ ἡμέτεροι δοῦλοι καὶ συγγνόντες τοῦτο οὐκ ὑπομενέουσι . ʹ
4.4 Ταῦτα ἀκούσαντες οἱ Σκύθαι ἐποίευν ἐπιτελέα · οἱ δ’ ἐκπλαγέντες τῷ γινομένῳ τῆς μάχης τε ἐπελάθοντο καὶ ἔφευγον . Οὕτω οἱ Σκύθαι τῆς τε Ἀσίης ἦρξαν καὶ ἐξελασθέντες αὖτις ὑπὸ Μήδων κατῆλθον τρόπῳ τοιούτῳ ἐς τὴν σφετέρην . Τῶν δὲ εἵνεκα Δαρεῖος τείσασθαι βουλόμενος συνήγειρε ἐπ’ αὐτοὺς στράτευμα .