4.5 Ὡς δὲ Σκύθαι λέγουσι , νεώτατον ἁπάντων ἐθνέων εἶναι τὸ σφέτερον , τοῦτο δὲ γενέσθαι ὧδε . Ἄνδρα γενέσθαι πρῶτον ἐν τῇ γῇ ταύτῃ ἐούσῃ ἐρήμῳ τῷ οὔνομα εἶναι Ταργίταον · τοῦ δὲ Ταργιτάου τούτου τοὺς τοκέας λέγουσι εἶναι , ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες , λέγουσι δ’ ὦν , Δία τε καὶ Βορυσθένεος τοῦ ποταμοῦ θυγατέρα . Γένεος μὲν τοιούτου δή τινος γενέσθαι τὸν Ταργίταον , τούτου δὲ γενέσθαι παῖδας τρεῖς , Λιπόξαϊν καὶ Ἀρπόξαϊν καὶ νεώτατον Κολάξαϊν . Ἐπὶ τούτων ἀρχόντων ἐκ τοῦ οὐρανοῦ φερόμενα χρύσεα ποιήματα , ἄροτρόν τε καὶ ζυγὸν καὶ σάγαριν καὶ φιάλην , πεσεῖν ἐς τὴν Σκυθικήν , καὶ τῶν ἰδόντα πρῶτον τὸν πρεσβύτατον ἆσσον ἰέναι βουλόμενον αὐτὰ λαβεῖν , τὸν δὲ χρυσὸν ἐπιόντος καίεσθαι . Ἀπαλλαχθέντος δὲ τούτου προσιέναι τὸν δεύτερον , καὶ τὸν αὖτις ταὐτὰ ποιέειν . Τοὺς μὲν δὴ καιόμενον τὸν χρυσὸν ἀπώσασθαι , τρίτῳ δὲ τῷ νεωτάτῳ ἐπελθόντι κατασβῆναι , καί μιν ἐκεῖνον κομίσαι ἐς ἑωυτοῦ · καὶ τοὺς πρεσβυτέρους ἀδελφεοὺς πρὸς ταῦτα συγγνόντας τὴν βασιληίην πᾶσαν παραδοῦναι τῷ νεωτάτῳ .
4.6 Ἀπὸ μὲν δὴ Λιποξάϊος γεγονέναι τούτους τῶν Σκυθέων οἳ Αὐχάται γένος καλέονται , ἀπὸ δὲ τοῦ μέσου Ἀρποξάϊος οἳ Κατίαροί τε καὶ Τράσπιες καλέονται , ἀπὸ δὲ τοῦ νεωτάτου αὐτῶν τοῦ βασιλέος οἳ καλέονται Παραλάται . Σύμπασι δὲ εἶναι οὔνομα Σκολότους · Σκύθας δὲ Ἕλληνες ὠνόμασαν , τοῦ βασιλέος ἐπωνυμίην .