4.2 Τοὺς δὲ δούλους οἱ Σκύθαι πάντας τυφλοῦσι τοῦ γάλακτος εἵνεκεν τοῦ πίνουσι , ποιεῦντες ὧδε . Ἐπεὰν φυσητῆρας λάβωσι ὀστείνους , αὐλοῖσι προσεμφερεστάτους , τούτους ἐσθέντες ἐς τῶν θηλέων ἵππων τὰ ἄρθρα φυσῶσι τοῖσι στόμασι , ἄλλοι δὲ ἄλλων φυσώντων ἀμέλγουσι · φασὶ δὲ τοῦδε εἵνεκα τοῦτο ποιέειν · τὰς φλέβας πίμπλασθαι φυσωμένας τῆς ἵππου καὶ τὸ οὖθαρ κατίεσθαι . Ἐπεὰν δὲ ἀμέλξωσι τὸ γάλα , ἐσχέαντες ἐς ξύλινα ἀγγεῖα κοῖλα καὶ περιστήσαντες κατὰ τὰ ἀγγεῖα τοὺς τυφλοὺς δονέουσι τὸ γάλα , καὶ τὸ μὲν αὐτοῦ ἐπιστάμενον ἀπαρύσαντες ἡγέονται εἶναι τιμιώτερον , τὸ δ’ ὑπιστάμενον ἧσσον τοῦ ἑτέρου . Τούτων μὲν εἵνεκα ἅπαντα τὸν ἂν λάβωσι οἱ Σκύθαι ἐκτυφλοῦσι · οὐ γὰρ ἀρόται εἰσὶ ἀλλὰ νομάδες . ʹ