4.t ΜΕΛΠΟΜΕΝΗ
4.1 Μετὰ δὲ τὴν Βαβυλῶνος αἵρεσιν ἐγένετο ἐπὶ Σκύθας αὐτοῦ Δαρείου ἔλασις . Ἀνθεούσης γὰρ τῆς Ἀσίης ἀνδράσι καὶ χρημάτων μεγάλων συνιόντων ἐπεθύμησε Δαρεῖος τείσασθαι Σκύθας , ὅτι ἐκεῖνοι πρότεροι ἐσβαλόντες ἐς τὴν Μηδικὴν καὶ νικήσαντες μάχῃ τοὺς ἀντιουμένους ὑπῆρξαν ἀδικίης . Τῆς γὰρ ἄνω Ἀσίης ἦρξαν , ὡς καὶ πρότερόν μοι εἴρηται , Σκύθαι ἔτεα δυῶν δέοντα τριήκοντα . Κιμμερίους γὰρ ἐπιδιώκοντες ἐσέβαλον ἐς τὴν Ἀσίην , καταπαύοντες τῆς ἀρχῆς Μήδους · οὗτοι γὰρ πρὶν Σκύθας ἀπικέσθαι ἦρχον τῆς Ἀσίης . Τοὺς δὲ Σκύθας ἀποδημήσαντας ὀκτὼ καὶ εἴκοσι ἔτεα καὶ διὰ χρόνου τοσούτου κατιόντας ἐς τὴν σφετέρην ἐξεδέξατο οὐκ ἐλάσσων πόνος τοῦ Μηδικοῦ · εὗρον γὰρ ἀντιουμένην σφι στρατιὴν οὐκ ὀλίγην · αἱ γὰρ τῶν Σκυθέων γυναῖκες , ὥς σφι οἱ ἄνδρες ἀπῆσαν χρόνον πολλόν , ἐφοίτων παρὰ τοὺς δούλους .