3.160 Ζωπύρου δὲ οὐδεὶς ἀγαθουργίην Περσέων ὑπερεβάλετο παρὰ Δαρείῳ κριτῇ , οὔτε τῶν ὕστερον γενομένων οὔτε τῶν πρότερον , ὅτι μὴ Κῦρος μοῦνος · τούτῳ γὰρ οὐδεὶς Περσέων ἠξίωσέ κω ἑωυτὸν συμβαλεῖν . Πολλάκις δὲ Δαρεῖον λέγεται γνώμην τήνδε ἀποδέξασθαι , ὡς βούλοιτο ἂν Ζώπυρον εἶναι ἀπαθέα τῆς ἀεικείης μᾶλλον Βαβυλῶνάς οἱ εἴκοσι πρὸς τῇ ἐούσῃ προσγενέσθαι · Ἐτίμησε δέ μιν μεγάλως · καὶ γὰρ δῶρά οἱ ἀνὰ πᾶν ἔτος ἐδίδου ταῦτα τὰ Πέρσῃσί ἐστι τιμιώτατα , καὶ τὴν Βαβυλῶνά οἱ ἔδωκε ἀτελέα νέμεσθαι μέχρι τῆς ἐκείνου ζόης , καὶ ἄλλα πολλὰ ἐπέδωκε . Ζωπύρου δὲ τούτου γίνεται Μεγάβυζος , ὃς ἐν Αἰγύπτῳ ἀντία Ἀθηναίων καὶ τῶν συμμάχων ἐστρατήγησε · Μεγαβύζου δὲ τούτου γίνεται Ζώπυρος , ὃς ἐς Ἀθήνας ηὐτομόλησε ἐκ Περσέων .