3.158 Προσβολὴν δὲ Δαρείου κατὰ τὰ συγκείμενα ποιευμένου πέριξ τὸ τεῖχος , ἐνθαῦτα δὴ πάντα τὸν δόλον Ζώπυρος ἐξέφαινε . Οἱ μὲν γὰρ Βαβυλώνιοι ἀναβάντες ἐπὶ τὸ τεῖχος ἠμύνοντο τὴν Δαρείου στρατιὴν προσβάλλουσαν , δὲ Ζώπυρος τάς τε Κισσίας καὶ Βηλίδας καλεομένας πύλας ἀναπετάσας ἐσῆκε τοὺς Πέρσας ἐς τὸ τεῖχος . Τῶν δὲ Βαβυλωνίων οἳ μὲν εἶδον τὸ ποιηθέν , οὗτοι μὲν ἔφευγον ἐς τοῦ Διὸς τοῦ Βήλου τὸ ἱρόν , οἳ δὲ οὐκ εἶδον ἔμενον ἐν τῇ ἑωυτοῦ τάξι ἕκαστος , ἐς δὴ καὶ οὗτοι ἔμαθον προδεδομένοι .
3.159 Βαβυλὼν μέν νυν οὕτω τὸ δεύτερον αἱρέθη . Δαρεῖος δὲ ἐπείτε ἐκράτησε τῶν Βαβυλωνίων , τοῦτο μέν σφεων τὸ τεῖχος περιεῖλε καὶ τὰς πύλας πάσας ἀπέσπασε τὸ γὰρ πρότερον ἑλὼν Κῦρος τὴν Βαβυλῶνα ἐποίησε τούτων οὐδέτερον , τοῦτο δὲ Δαρεῖος τῶν ἀνδρῶν τοὺς κορυφαίους μάλιστα ἐς τρισχιλίους ἀνεσκολόπισε · τοῖσι δὲ λοιποῖσι Βαβυλωνίοισι ἀπέδωκε τὴν πόλιν οἰκέειν . Ὡς δ’ ἕξουσι γυναῖκας οἱ Βαβυλώνιοι , ἵνα σφι γενεὴ ὑπογίνηται , τάδε Δαρεῖος προϊδὼν ἐποίησε τὰς γὰρ ἑωυτῶν , ὡς καὶ κατ’ ἀρχὰς δεδήλωται , ἀπέπνιξαν οἱ Βαβυλώνιοι τοῦ σίτου προορῶντες · ἐπέταξε τοῖσι περιοίκοισι ἔθνεσι γυναῖκας ἐς Βαβυλῶνα κατιστάναι , ὅσας δὴ ἑκάστοισι ἐπιτάσσων , ὥστε πέντε μυριάδων τὸ κεφαλαίωμα τῶν γυναικῶν συνῆλθε . Ἐκ τουτέων δὲ τῶν γυναικῶν οἱ νῦν Βαβυλώνιοι γεγόνασι .