3.157 Οἱ δὲ Βαβυλώνιοι ὁρῶντες ἄνδρα τῶν ἐν Πέρσῃσι δοκιμωτάτων ῥινός τε καὶ ὤτων ἐστερημένον μάστιξί τε καὶ αἵματι ἀναπεφυρμένον , πάγχυ ἐλπίσαντες λέγειν μιν ἀληθέα καί σφι ἥκειν σύμμαχον ἐπιτρέπεσθαι ἕτοιμοι ἦσαν τῶν ἐδέετο σφέων . Ἐδέετο δὲ στρατιῆς . δὲ ἐπείτε αὐτῶν τοῦτο παρέλαβε , ἐποίεε τά περ τῷ Δαρείῳ συνεθήκατο . Ἐξαγαγὼν γὰρ τῇ δεκάτῃ ἡμέρῃ τὴν στρατιὴν τῶν Βαβυλωνίων καὶ κυκλωσάμενος τοὺς χιλίους τοὺς πρώτους ἐνετείλατο Δαρείῳ τάξαι , τούτους κατεφόνευσε . Μαθόντες δέ μιν οἱ Βαβυλώνιοι τοῖσι ἔπεσι τὰ ἔργα παρεχόμενον ὅμοια , πάγχυ περιχαρέες ἐόντες πᾶν δὴ ἕτοιμοι ἦσαν ὑπηρετέειν . δὲ διαλιπὼν ἡμέρας τὰς συγκειμένας αὖτις ἐπιλεξάμενος τῶν Βαβυλωνίων ἐξήγαγε καὶ κατεφόνευσε τῶν Δαρείου στρατιωτέων τοὺς δισχιλίους . Ἰδόντες δὲ καὶ τοῦτο τὸ ἔργον οἱ Βαβυλώνιοι πάντες Ζώπυρον εἶχον ἐν στόμασι αἰνέοντες . δὲ αὖτις διαλιπὼν τὰς συγκειμένας ἡμέρας ἐξήγαγε ἐς τὸ προειρημένον καὶ κυκλωσάμενος κατεφόνευσε τοὺς τετρακισχιλίους . Ὡς δὲ καὶ τοῦτο κατέργαστο , πάντα δὴ ἦν ἐν τοῖσι Βαβυλωνίοισι Ζώπυρος , καὶ στρατάρχης τε οὗτός σφι καὶ τειχοφύλαξ ἀπεδέδεκτο .