3.156 Ὁρῶντες δὲ ἀπὸ τῶν πύργων οἱ κατὰ τοῦτο τεταγμένοι κατέτρεχον κάτω καὶ ὀλίγον τι παρακλίναντες τὴν ἑτέρην πύλην εἰρώτων τίς τε εἴη καὶ ὅτεο δεόμενος ἥκοι . δέ σφι ἠγόρευε ὡς εἴη τε Ζώπυρος καὶ αὐτομολέοι ἐς ἐκείνους . Ἦγον δή μιν οἱ πυλουροί , ταῦτα ὡς ἤκουσαν , ἐπὶ τὰ κοινὰ τῶν Βαβυλωνίων · καταστὰς δὲ ἐπ’ αὐτὰ κατοικτίζετο , φὰς ὑπὸ Δαρείου πεπονθέναι τὰ ἐπεπόνθεε ὑπ’ ἑωυτοῦ , παθεῖν δὲ ταῦτα διότι συμβουλεῦσαί οἱ ἀπανιστάναι τὴν στρατιήν , ἐπείτε δὴ οὐδεὶς πόρος ἐφαίνετο τῆς ἁλώσιος . ʹ Νῦν τε ʹ , ἔφη λέγων , ʹ ἐγὼ ὑμῖν , Βαβυλώνιοι , ἥκω μέγιστον ἀγαθόν , Δαρείῳ δὲ καὶ τῇ στρατιῇ καὶ Πέρσῃσι μέγιστον κακόν · οὐ γὰρ δὴ ἐμέ γε ὧδε λωβησάμενος καταπροΐξεται · ἐπίσταμαι δ’ αὐτοῦ πάσας τὰς διεξόδους τῶν βουλευμάτων . ʹ Τοιαῦτα ἔλεγε .