3.155 Δαρεῖος δὲ κάρτα βαρέως ἤνεικε ἰδὼν ἄνδρα τὸν δοκιμώτατον λελωβημένον , ἔκ τε τοῦ θρόνου ἀναπηδήσας ἀνέβωσέ τε καὶ εἴρετό μιν ὅστις εἴη λωβησάμενος καὶ τι ποιήσαντα . δὲ εἶπε · ʹ Οὐκ ἔστι οὗτος ἀνὴρ ὅτι μὴ σύ , τῷ ἐστὶ δύναμις τοσαύτη ἐμὲ δὴ ὧδε διαθεῖναι , οὐδέ τις ἀλλοτρίων , βασιλεῦ , τάδε ἔργασται , ἀλλ’ αὐτὸς ἐγὼ ἐμεωυτόν , δεινόν τι ποιεύμενος Ἀσσυρίους Πέρσῃσι καταγελᾶν . ʹ δ’ ἀμείβετο · ʹ σχετλιώτατε ἀνδρῶν , ἔργῳ τῷ αἰσχίστῳ οὔνομα τὸ κάλλιστον ἔθεο , φὰς διὰ τοὺς πολιορκεομένους σεωυτὸν ἀνηκέστως διαθεῖναι . Τί δ’ , μάταιε , λελωβημένου σέο θᾶσσον οἱ πολέμιοι παραστήσονται ; Κῶς οὐκ ἐξέπλωσας τῶν φρενῶν σεωυτὸν διαφθείρας ; ʹ δὲ εἶπε · ʹ Εἰ μέν τοι ὑπερετίθεα τὰ ἔμελλον ποιήσειν , οὐκ ἄν με περιεῖδες · νῦν δ’ ἐπ’ ἐμεωυτοῦ βαλόμενος ἔπρηξα . Ἤδη ὦν , ἢν μὴ τῶν σῶν δεήσῃ , αἱρέομεν Βαβυλῶνα . Ἐγὼ μὲν γὰρ ὡς ἔχω αὐτομολήσω ἐς τὸ τεῖχος καὶ φήσω πρὸς αὐτοὺς ὡς ὑπὸ σέο τάδε πέπονθα · καὶ δοκέω πείσας σφέας ταῦτα ἔχειν οὕτω τεύξεσθαι στρατιῆς . Σὺ δέ , ἀπ’ ἧς ἂν ἡμέρης ἐγὼ ἐσέλθω ἐς τὸ τεῖχος , ἀπὸ ταύτης ἐς δεκάτην ἡμέρην τῆς σεωυτοῦ στρατιῆς , τῆς οὐδεμία ἔσται ὤρη ἀπολλυμένης , ταύτης χιλίους τάξον κατὰ τὰς Σεμιράμιος καλεομένας πύλας . Μετὰ δὲ αὖτις ἀπὸ τῆς δεκάτης ἐς ἑβδόμην ἄλλους μοι τάξον δισχιλίους κατὰ τὰς Νινίων καλεομένας πύλας . Ἀπὸ δὲ τῆς ἑβδόμης διαλείπειν εἴκοσι ἡμέρας καὶ ἔπειτα ἄλλους κάτισον ἀγαγὼν κατὰ τὰς Χαλδαίων καλεομένας πύλας τετρακισχιλίους . Ἐχόντων δὲ μήτε οἱ πρότεροι μηδὲν τῶν ἀμυνόντων μήτε οὗτοι , πλὴν ἐγχειριδίων · τοῦτο δὲ ἐᾶν ἔχειν . Μετὰ δὲ τὴν εἰκοστὴν ἡμέρην ἰθέως τὴν μὲν ἄλλην στρατιὴν κελεύειν πέριξ προσβάλλειν πρὸς τὸ τεῖχος , Πέρσας δέ μοι τάξον κατά τε τὰς Βηλίδας καλεομένας καὶ Κισσίας πύλας . Ὡς γὰρ ἐγὼ δοκέω , ἐμέο μεγάλα ἔργα ἀποδεξαμένου τά τε ἄλλα ἐπιτρέψονται ἐμοὶ Βαβυλώνιοι καὶ δὴ καὶ τῶν πυλέων τὰς βαλανάγρας . Τὸ δὲ ἐνθεῦτεν ἐμοί τε καὶ Πέρσῃσι μελήσει τὰ δεῖ ποιέειν . ʹ Ταῦτα ἐντειλάμενος ἤιε ἐπὶ τὰς πύλας , πολλὰ ἐπιστρεφόμενος ὡς δὴ ἀληθέως αὐτόμολος . ʹ