3.154 Ὡς δέ οἱ ἐδόκεε μόρσιμον εἶναι ἤδη τῇ Βαβυλῶνι ἁλίσκεσθαι , προσελθὼν Δαρείῳ ἀπεπυνθάνετο εἰ περὶ πολλοῦ κάρτα ποιέεται τὴν Βαβυλῶνα ἑλεῖν . Πυθόμενος δὲ ὡς πολλοῦ τιμῷτο , ἄλλο ἐβουλεύετο , ὅκως αὐτός τε ἔσται ἑλὼν αὐτὴν καὶ ἑωυτοῦ τὸ ἔργον ἔσται · κάρτα γὰρ ἐν τοῖσι Πέρσῃσι αἱ ἀγαθουργίαι ἐς τὸ πρόσω μεγάθεος τιμῶνται . Ἄλλῳ μέν νυν οὐκ ἐφράζετο ἔργῳ δυνατὸς εἶναί μιν ὑποχειρίην ποιῆσαι , εἰ δ’ ἑωυτὸν λωβησάμενος αὐτομολήσειε ἐς αὐτούς . Ἐνθαῦτα ἐν ἐλαφρῷ ποιησάμενος ἑωυτὸν λωβᾶται λώβην ἀνήκεστον · ἀποταμὼν γὰρ ἑωυτοῦ τὴν ῥῖνα καὶ τὰ ὦτα καὶ τὴν κόμην κακῶς περικείρας καὶ μαστιγώσας ἦλθε παρὰ Δαρεῖον .