3.152 Ἑπτὰ δὲ μηνῶν καὶ ἐνιαυτοῦ διεληλυθότος ἤδη Δαρεῖός τε ἤσχαλλε καὶ στρατιὴ πᾶσα οὐ δυνατὴ ἐοῦσα ἑλεῖν τοὺς Βαβυλωνίους . Καίτοι πάντα σοφίσματα καὶ πάσας μηχανὰς ἐπεποιήκεε ἐς αὐτοὺς Δαρεῖος · ἀλλ’ οὐδ’ ὣς ἐδύνατο ἑλεῖν σφεας , ἄλλοισί τε σοφίσμασι πειρησάμενος καὶ δὴ καὶ τῷ Κῦρος εἷλέ σφεας , καὶ τούτῳ ἐπειρήθη · ἀλλὰ γὰρ δεινῶς ἦσαν ἐν φυλακῇσι οἱ Βαβυλώνιοι , οὐδέ σφεας οἷός τε ἦν ἑλεῖν .
3.153 Ἐνθαῦτα εἰκοστῷ μηνὶ Ζωπύρῳ τῷ Μεγαβύζου τούτου ὃς τῶν ἑπτὰ ἀνδρῶν ἐγένετο τῶν τὸν μάγον κατελόντων , τούτου τοῦ Μεγαβύζου παιδὶ Ζωπύρῳ ἐγένετο τέρας τόδε · τῶν οἱ σιτοφόρων ἡμιόνων μία ἔτεκε . Ὡς δέ οἱ ἐξηγγέλθη καὶ ὑπὸ ἀπιστίης αὐτὸς Ζώπυρος εἶδε τὸ βρέφος , ἀπείπας τοῖσι ἰδοῦσι μηδενὶ φράζειν τὸ γεγονὸς ἐβουλεύετο . Καί οἱ πρὸς τὰ τοῦ Βαβυλωνίου ῥήματα , ὃς κατ’ ἀρχὰς ἔφησε , ἐπεάν περ ἡμίονοι τέκωσι , τότε τὸ τεῖχος ἁλώσεσθαι , πρὸς ταύτην τὴν φήμην Ζωπύρῳ ἐδόκεε εἶναι ἁλώσιμος ἤδη Βαβυλών · σὺν γὰρ θεῷ ἐκεῖνόν τε εἰπεῖν καὶ ἑωυτῷ τεκεῖν τὴν ἡμίονον .