3.149 Τὴν δὲ Σάμον σαγηνεύσαντες οἱ Πέρσαι παρέδοσαν Συλοσῶντι ἔρημον ἐοῦσαν ἀνδρῶν . Ὑστέρῳ μέντοι χρόνῳ καὶ συγκατοίκισε αὐτὴν στρατηγὸς Ὀτάνης ἔκ τε ὄψιος ὀνείρου καὶ νούσου μιν κατέλαβε νοσῆσαι τὰ αἰδοῖα .
3.150 Ἐπὶ δὲ Σάμον στρατεύματος ναυτικοῦ οἰχομένου Βαβυλώνιοι ἀπέστησαν , κάρτα εὖ παρεσκευασμένοι · ἐν ὅσῳ γὰρ τε μάγος ἦρχε καὶ οἱ ἑπτὰ ἐπανέστησαν , ἐν τούτῳ παντὶ τῷ χρόνῳ καὶ τῇ ταραχῇ ἐς τὴν πολιορκίην παρεσκευάζοντο · καί κως ταῦτα ποιεῦντες ἐλάνθανον . Ἐπείτε δὲ ἐκ τοῦ ἐμφανέος ἀπέστησαν , ἐποίησαν τοιόνδε · τὰς μητέρας ἐξελόντες γυναῖκα ἕκαστος μίαν προσεξαιρέετο τὴν ἐβούλετο ἐκ τῶν ἑωυτοῦ οἰκίων , τὰς δὲ λοιπὰς ἁπάσας συναγαγόντες ἀπέπνιξαν · τὴν δὲ μίαν ἕκαστος σιτοποιὸν ἐξαιρέετο . Ἀπέπνιξαν δὲ αὐτάς , ἵνα μή σφεων τὸν σῖτον ἀναισιμώσωσι .
3.151 Πυθόμενος δὲ ταῦτα Δαρεῖος καὶ συλλέξας πᾶσαν τὴν ἑωυτοῦ δύναμιν ἐστρατεύετο ἐπ’ αὐτούς , ἐπελάσας δὲ ἐπὶ τὴν Βαβυλῶνα ἐπολιόρκεε φροντίζοντας οὐδὲν τῆς πολιορκίης . Ἀναβαίνοντες γὰρ ἐπὶ τοὺς προμαχεῶνας τοῦ τείχεος οἱ Βαβυλώνιοι κατωρχέοντο καὶ κατέσκωπτον Δαρεῖον καὶ τὴν στρατιὴν αὐτοῦ , καί τις αὐτῶν εἶπε τοῦτο τὸ ἔπος · ʹ Τί κάτησθε , Πέρσαι , ἐνθαῦτα , ἀλλ’ οὐκ ἀπαλλάσσεσθε ; Τότε γὰρ αἱρήσετε ἡμέας , ἐπεὰν ἡμίονοι τέκωσι . ʹ Τοῦτο εἶπε τῶν τις Βαβυλωνίων , οὐδαμὰ ἐλπίζων ἂν ἡμίονον τεκεῖν .