3.147 Ὀτάνης δὲ στρατηγὸς ἰδὼν πάθος μέγα Πέρσας πεπονθότας τὰς ἐντολὰς τε τὰς Δαρεῖός οἱ ἀποστέλλων ἐνετέλλετο , μήτε κτείνειν μηδένα Σαμίων μήτε ἀνδραποδίζεσθαι ἀπαθέα τε κακῶν ἀποδοῦναι τὴν νῆσον Συλοσῶντι , τουτέων μὲν τῶν ἐντολέων μεμνημένος ἐπελανθάνετο , δὲ παρήγγειλε τῇ στρατιῇ πάντα τὸν ἂν λάβωσι , καὶ ἄνδρα καὶ παῖδα , ὁμοίως κτείνειν . Ἐνθαῦτα τῆς στρατιῆς οἱ μὲν τὴν ἀκρόπολιν ἐπολιόρκεον , οἱ δὲ ἔκτεινον πάντα τὸν ἐμποδὼν γινόμενον , ὁμοίως ἔν τε ἱρῷ καὶ ἔξω ἱροῦ .
3.148 Μαιάνδριος δ’ ἀποδρὰς ἐκ τῆς Σάμου ἐκπλέει ἐς Λακεδαίμονα · ἀπικόμενος δὲ ἐς αὐτὴν καὶ ἀνενεικάμενος τὰ ἔχων ἐξεχώρησε ἐποίεε τοιάδε . Ὅκως ποτήρια ἀργύρεά τε καὶ χρύσεα προθέοιτο , οἱ μὲν θεράποντες αὐτοῦ ἐξέσμων αὐτά , δ’ ἂν τὸν χρόνον τοῦτον Κλεομένεϊ τῷ Ἀναξανδρίδεω ἐν λόγοισι ἐών , βασιλεύοντι Σπάρτης , προῆγέ μιν ἐς τὰ οἰκία · ὅκως δὲ ἴδοιτο Κλεομένης τὰ ποτήρια , ἀπεθώμαζέ τε καὶ ἐξεπλήσσετο · δὲ ἂν ἐκέλευε αὐτὸν ἀποφέρεσθαι αὐτῶν ὅσα βούλοιτο . Τοῦτο καὶ δὶς καὶ τρὶς εἴπαντος Μαιανδρίου Κλεομένης δικαιότατος ἀνδρῶν γίνεται , ὃς λαβεῖν μὲν διδόμενα οὐκ ἐδικαίου , μαθὼν δὲ ὡς ἄλλοισι διδοὺς τῶν ἀστῶν εὑρήσεται τιμωρίην , βὰς ἐπὶ τοὺς ἐφόρους ἄμεινον εἶναι ἔφη τῇ Σπάρτῃ τὸν ξεῖνον τὸν Σάμιον ἀπαλλάσσεσθαι ἐκ τῆς Πελοποννήσου , ἵνα μὴ ἀναπείσῃ αὐτὸν ἄλλον τινὰ Σπαρτιητέων κακὸν γενέσθαι . Οἱ δ’ ὑπακούσαντες ἐξεκήρυξαν Μαιάνδριον .