3.146 Ταῦτα ἔλεξε Χαρίλεως · Μαιάνδριος δὲ ὑπέλαβε τὸν λόγον , ὡς μὲν ἐγὼ δοκέω , οὐκ ἐς τοῦτο ἀφροσύνης ἀπικόμενος ὡς δόξαι τὴν ἑωυτοῦ δύναμιν περιέσεσθαι τῆς βασιλέος , ἀλλὰ φθονήσας μᾶλλον Συλοσῶντι εἰ ἀπονητὶ ἔμελλε ἀπολάμψεσθαι ἀκέραιον τὴν πόλιν . Ἐρεθίσας ὦν τοὺς Πέρσας ἤθελε ὡς ἀσθενέστατα ποιῆσαι τὰ Σάμια πρήγματα καὶ οὕτω παραδιδόναι , εὖ ἐξεπιστάμενος ὡς παθόντες οἱ Πέρσαι κακῶς προσεμπικρανέεσθαι ἔμελλον τοῖσι Σαμίοισι , εἰδώς τε ἑωυτῷ ἀσφαλέα ἔκδυσιν ἐοῦσαν ἐκ τῆς νήσου τότε ἐπεὰν αὐτὸς βούληται · ἐπεποίητο γάρ οἱ κρυπτὴ διῶρυξ ἐκ τῆς ἀκροπόλιος φέρουσα ἐπὶ θάλασσαν . Αὐτὸς μὲν δὴ Μαιάνδριος ἐκπλέει ἐκ τῆς Σάμου , τοὺς δ’ ἐπικούρους πάντας ὁπλίσας Χαρίλεως καὶ ἀναπετάσας τὰς πύλας ἐξῆκε ἐπὶ τοὺς Πέρσας οὔτε προσδεκομένους τοιοῦτο οὐδὲν δοκέοντάς τε δὴ πάντα συμβεβάναι . Ἐμπεσόντες δὲ οἱ ἐπίκουροι τῶν Περσέων τοὺς διφροφορεομένους τε καὶ λόγου πλείστου ἐόντας ἔκτεινον . Καὶ οὗτοι μὲν ταῦτα ἐποίευν , δὲ ἄλλη στρατιὴ Περσικὴ ἐπεβοήθεε , πιεζόμενοι δὲ οἱ ἐπίκουροι ὀπίσω κατειλήθησαν ἐς τὴν ἀκρόπολιν .