3.145 Μαιανδρίῳ δὲ τῷ τυράννῳ ἦν ἀδελφεὸς ὑπομαργότερος , τῷ οὔνομα ἦν Χαρίλεως · οὗτος τι δὴ ἐξαμαρτὼν ἐν γοργύρῃ ἐδέδετο · καὶ δὴ τότε ἐπακούσας τε τὰ πρησσόμενα καὶ διακύψας διὰ τῆς γοργύρης , ὡς εἶδε τοὺς Πέρσας εἰρηναίως κατημένους , ἐβόα τε καὶ ἔφη λέγων Μαιανδρίῳ θέλειν ἐλθεῖν ἐς λόγους . Ἐπακούσας δὲ Μαιάνδριος λύσαντας αὐτὸν ἐκέλευε ἄγειν παρ’ ἑωυτόν . Ὡς δὲ ἄχθη τάχιστα , λοιδορέων τε καὶ κακίζων μιν ἀνέπειθε ἐπιθέσθαι τοῖσι Πέρσῃσι , λέγων τοιάδε · ʹ Ἐμὲ μέν , κάκιστε ἀνδρῶν , ἐόντα σεωυτοῦ ἀδελφεὸν καὶ ἀδικήσαντα οὐδὲν ἄξιον δεσμοῦ δήσας γοργύρης ἠξίωσας , ὁρέων δὲ τοὺς Πέρσας ἐκβάλλοντάς τέ σε καὶ ἄνοικον ποιεῦντας οὐ τολμᾷς τείσασθαι , οὕτω δή τι ἐόντας εὐπετέας χειρωθῆναι ; Ἀλλ’ εἴ τοι σύ σφεας καταρρώδηκας , ἐμοὶ δὸς τοὺς ἐπικούρους , καί σφεας ἐγὼ τιμωρήσομαι τῆς ἐνθάδε ἀπίξιος . Αὐτὸν δέ σε ἐκπέμψαι ἐκ τῆς νήσου ἕτοιμός εἰμι . ʹ