3.142 Τῆς δὲ Σάμου Μαιάνδριος Μαιανδρίου εἶχε τὸ κράτος , ἐπιτροπαίην παρὰ Πολυκράτεος λαβὼν τὴν ἀρχήν · τῷ δικαιοτάτῳ ἀνδρῶν βουλομένῳ γενέσθαι οὐκ ἐξεγένετο . Ἐπειδὴ γάρ οἱ ἐξηγγέλθη Πολυκράτεος θάνατος , ἐποίεε τοιάδε . Πρῶτα μὲν Διὸς Ἐλευθερίου βωμὸν ἱδρύσατο καὶ τέμενος περὶ αὐτὸν οὔρισε τοῦτο τὸ νῦν ἐν τῷ προαστείῳ ἐστί . Μετὰ δέ , ὥς οἱ ἐπεποίητο , ἐκκλησίην συναγείρας πάντων τῶν ἀστῶν ἔλεξε τάδε · ʹ Ἐμοί , ὡς ἴστε καὶ ὑμεῖς , σκῆπτρον καὶ δύναμις πᾶσα Πολυκράτεος ἐπιτέτραπται , καί μοι παρέχει νῦν ὑμέων ἄρχειν . Ἐγὼ δὲ τὰ τῷ πέλας ἐπιπλήσσω , αὐτὸς κατὰ δύναμιν οὐ ποιήσω · οὔτε γάρ μοι Πολυκράτης ἤρεσκε δεσπόζων ἀνδρῶν ὁμοίων ἑωυτῷ οὔτε ἄλλος ὅστις τοιαῦτα ποιέει . Πολυκράτης μέν νυν ἐξέπλησε μοῖραν τὴν ἑωυτοῦ , ἐγὼ δὲ ἐς μέσον τὴν ἀρχὴν τιθεὶς ἰσονομίην ὑμῖν προαγορεύω . Τοσάδε μέντοι δικαιῶ γέρεα ἐμεωυτῷ γενέσθαι , ἐκ μέν γε τῶν Πολυκράτεος χρημάτων ἐξαίρετα ἓξ τάλαντά μοι γενέσθαι , ἱρωσύνην δὲ πρὸς τούτοισι αἱρέομαι ἐμοί τε αὐτῷ καὶ τοῖσι ἀπ’ ἐμέο αἰεὶ γινομένοισι τοῦ Διὸς τοῦ Ἐλευθερίου , τῷ αὐτός τε ἱρὸν ἱδρυσάμην καὶ τὴν ἐλευθερίην ὑμῖν περιτίθημι . ʹ μὲν δὴ ταῦτα τοῖσι Σαμίοισι ἐπηγγέλλετο , τῶν δέ τις ἐξαναστὰς εἶπε · ʹ Ἀλλ’ οὐδ’ ἄξιος εἶς σύ γε ἡμέων ἄρχειν , γεγονώς τε κακῶς καὶ ἐὼν ὄλεθρος , ἀλλὰ μᾶλλον ὅκως λόγον δώσεις τῶν μετεχείρισας χρημάτων . ʹ