3.141 Ταῦτα ἀκούσας Δαρεῖος ἀπέστελλε στρατιήν τε καὶ στρατηγὸν Ὀτάνην ἀνδρῶν τῶν ἑπτὰ γενόμενον , ἐντειλάμενος , ὅσων ἐδεήθη Συλοσῶν , ταῦτά οἱ ποιέειν ἐπιτελέα . Καταβὰς δὲ ἐπὶ τὴν θάλασσαν Ὀτάνης ἔστελλε τὴν στρατιήν .