3.140 Ὡς δὲ τοῦ χρόνου προβαίνοντος Καμβύσης τε ἀπέθανε καὶ τῷ μάγῳ ἐπανέστησαν οἱ ἑπτὰ καὶ ἐκ τῶν ἑπτὰ Δαρεῖος τὴν βασιληίην ἔσχε , πυνθάνεται Συλοσῶν ὡς βασιληίη περιεληλύθοι ἐς τοῦτον τὸν ἄνδρα τῷ κοτε αὐτὸς ἐν Αἰγύπτῳ ἔδωκε δεηθέντι τὸ εἷμα . Ἀναβὰς δὲ ἐς τὰ Σοῦσα ἵζετο ἐς τὰ πρόθυρα τῶν βασιλέος οἰκίων καὶ ἔφη Δαρείου εὐεργέτης εἶναι . Ἀγγέλλει ταῦτα ἀκούσας πυλουρὸς τῷ βασιλέϊ · δὲ θωμάσας λέγει πρὸς αὐτόν · ʹ Καὶ τίς ἐστι Ἑλλήνων εὐεργέτης τῷ ἐγὼ προαιδέομαι , νεωστὶ μὲν τὴν ἀρχὴν ἔχων , ἀναβέβηκε δ’ τις οὐδείς κω παρ’ ἡμέας αὐτῶν , ἔχω δὲ χρέος ὡς εἰπεῖν οὐδὲν ἀνδρὸς Ἕλληνος ; Ὅμως δὲ αὐτὸν παράγαγε ἔσω , ἵνα εἰδέω τί θέλων λέγει ταῦτα . ʹ Παρῆγε πυλουρὸς τὸν Συλοσῶντα , στάντα δὲ ἐς μέσον εἰρώτων οἱ ἑρμηνέες τίς τε εἴη καὶ τί ποιήσας εὐεργέτης φησὶ εἶναι βασιλέος . Εἶπε ὦν Συλοσῶν πάντα τὰ περὶ τὴν χλανίδα γενόμενα καὶ ὡς αὐτὸς εἴη κεῖνος δούς . Ἀμείβεται πρὸς ταῦτα Δαρεῖος · ʹ γενναιότατε ἀνδρῶν , σὺ κεῖνος εἶς ὃς ἐμοὶ οὐδεμίαν ἔχοντί κω δύναμιν ἔδωκας , εἰ καὶ σμικρά , ἀλλ’ ὦν ἴση γε χάρις ὁμοίως ὡς εἰ νῦν κοθέν τι μέγα λάβοιμι . Ἀντ’ ὧν τοι χρυσὸν καὶ ἄργυρον ἄπλετον δίδωμι , ὡς μή κοτέ τοι μεταμελήσῃ Δαρεῖον τὸν Ὑστάσπεος εὖ ποιήσαντι . ʹ Λέγει πρὸς ταῦτα Συλοσῶν · ʹ Ἐμοὶ μήτε χρυσόν , βασιλεῦ , μήτε ἄργυρον δίδου , ἀλλ’ ἀνασωσάμενός μοι δὸς τὴν πατρίδα Σάμον , τὴν νῦν ἀδελφεοῦ τοῦ ἐμοῦ Πολυκράτεος ἀποθανόντος ὑπὸ Ὀροίτεω ἔχει δοῦλος ἡμέτερος , ταύτην μοι δὸς ἄνευ τε φόνου καὶ ἐξανδραποδίσιος . ʹ