3.139 Μετὰ δὲ ταῦτα Σάμον βασιλεὺς Δαρεῖος αἱρέει , πολίων πασέων πρώτην Ἑλληνίδων καὶ βαρβάρων , διὰ τοιήνδε τινὰ αἰτίην . Καμβύσεω τοῦ Κύρου στρατευομένου ἐπ’ Αἴγυπτον ἄλλοι τε συχνοὶ ἐς τὴν Αἴγυπτον ἀπίκοντο Ἑλλήνων , οἱ μέν , ὡς οἰκός , κατ’ ἐμπορίην , οἱ δὲ στρατευόμενοι , οἱ δέ τινες καὶ αὐτῆς τῆς χώρης θεηταί · τῶν ἦν καὶ Συλοσῶν Αἰάκεος , Πολυκράτεός τε ἐὼν ἀδελφεὸς καὶ φεύγων ἐκ Σάμου . Τοῦτον τὸν Συλοσῶντα κατέλαβε εὐτυχίη τις τοιήδε . Λαβὼν χλανίδα καὶ περιβαλόμενος πυρρὴν ἠγόραζε ἐν τῇ Μέμφι . Ἰδὼν δὲ αὐτὸν Δαρεῖος , δορυφόρος τε ἐὼν Καμβύσεω καὶ λόγου οὐδενός κω μεγάλου , ἐπεθύμησε τῆς χλανίδος καὶ αὐτὴν προσελθὼν ὠνέετο . δὲ Συλοσῶν ὁρέων τὸν Δαρεῖον μεγάλως ἐπιθυμέοντα τῆς χλανίδος , θείῃ τύχῃ χρεώμενος λέγει · ʹ Ἐγὼ ταύτην πωλέω μὲν οὐδενὸς χρήματος , δίδωμι δὲ ἄλλως , εἴ περ οὕτω δεῖ γενέσθαι πάντως τοι . ʹ Αἰνέσας ταῦτα Δαρεῖος παραλαμβάνει τὸ εἷμα . μὲν δὴ Συλοσῶν ἠπίστατο τοῦτό οἱ ἀπολωλέναι δι’ εὐηθείην .