3.138 Ἀναχθέντες δὲ ἐκ τῆς Κρότωνος οἱ Πέρσαι ἐκπίπτουσι τῇσι νηυσὶ ἐς Ἰηπυγίην , καί σφεας δουλεύοντας ἐνθαῦτα Γίλλος ἀνὴρ Ταραντῖνος φυγὰς ῥυσάμενος ἀπήγαγε παρὰ βασιλέα Δαρεῖον . δὲ ἀντὶ τούτων ἕτοιμος ἦν διδόναι τοῦτο τι βούλοιτο αὐτός . Γίλλος δὲ αἱρέεται κάτοδόν οἱ ἐς Τάραντα γενέσθαι , προαπηγησάμενος τὴν συμφορήν · ἵνα δὲ μὴ συνταράξῃ τὴν Ἑλλάδα , ἢν δι’ αὐτὸν στόλος μέγας πλέῃ ἐπὶ τὴν Ἰταλίην , Κνιδίους μούνους ἀποχρᾶν οἱ ἔφη τοὺς κατάγοντας γίνεσθαι , δοκέων ἀπὸ τούτων ἐόντων τοῖσι Ταραντίνοισι φίλων μάλιστα δὴ τὴν κάτοδόν οἱ ἔσεσθαι . Δαρεῖος δὲ ὑποδεξάμενος ἐπετέλεε · πέμψας γὰρ ἄγγελον ἐς Κνίδον κατάγειν σφέας ἐκέλευε Γίλλον ἐς Τάραντα . Πειθόμενοι δὲ Δαρείῳ Κνίδιοι Ταραντίνους οὐκ ὦν ἔπειθον , βίην δὲ ἀδύνατοι ἦσαν προσφέρειν . Ταῦτα μέν νυν οὕτω ἐπρήχθη , οὗτοι δὲ πρῶτοι ἐκ τῆς Ἀσίης ἐς τὴν Ἑλλάδα ἀπίκοντο Πέρσαι , καὶ οὗτοι διὰ τοιόνδε πρῆγμα κατάσκοποι ἐγένοντο .