3.137 Πλέοντες δὲ ἐνθεῦτεν οἱ Πέρσαι καὶ διώκοντες Δημοκήδεα ἀπικνέονται ἐς τὴν Κρότωνα , εὑρόντες δέ μιν ἀγοράζοντα ἅπτοντο αὐτοῦ . Τῶν δὲ Κροτωνιητέων οἱ μὲν καταρρωδέοντες τὰ Περσικὰ πρήγματα προϊέναι ἕτοιμοι ἦσαν , οἱ δὲ ἀντάπτοντό τε καὶ τοῖσι σκυτάλοισι ἔπαιον τοὺς Πέρσας προϊσχομένους ἔπεα τάδε · ʹ Ἄνδρες Κροτωνιῆται , ὁρᾶτε τὰ ποιέετε · ἄνδρα βασιλέος δρηπέτην γενόμενον ἐξαιρέεσθε . Καὶ κῶς ταῦτα βασιλέϊ Δαρείῳ ἐκχρήσει περιυβρίσθαι ; κῶς δὲ ὑμῖν τὰ ποιεύμενα ἕξει καλῶς , ἢν ἀπέλησθε ἡμέας ; Ἐπὶ τίνα δὲ τῆσδε προτέρην στρατευσόμεθα πόλιν ; τίνα δὲ προτέρην ἀνδραποδίζεσθαι πειρησόμεθα ; ʹ Ταῦτα λέγοντες τοὺς Κροτωνιήτας οὐκ ὦν ἔπειθον , ἀλλ’ ἐξαιρεθέντες τε τὸν Δημοκήδεα καὶ τὸν γαῦλον τὸν ἅμα ἤγοντο ἀπαιρεθέντες ἀπέπλεον ὀπίσω ἐς τὴν Ἀσίην , οὐδ’ ἔτι ἐζήτησαν τὸ προσωτέρω τῆς Ἑλλάδος ἀπικόμενοι ἐκμαθεῖν , ἐστερημένοι τοῦ ἡγεμόνος . Τοσόνδε μέντοι ἐνετείλατό σφι Δημοκήδης ἀναγομένοισι , κελεύων εἰπεῖν σφεας Δαρείῳ ὅτι ἅρμοσται τὴν Μίλωνος θυγατέρα Δημοκήδης γυναῖκα . Τοῦ γὰρ δὴ παλαιστέω Μίλωνος ἦν οὔνομα πολλὸν παρὰ βασιλέϊ · κατὰ δὲ τοῦτό μοι δοκέει σπεῦσαι τὸν γάμον τοῦτον τελέσας χρήματα μεγάλα Δημοκήδης , ἵνα φανῇ πρὸς Δαρείου ἐὼν καὶ ἐν τῇ ἑωυτοῦ δόκιμος .