3.134 Ὡς δὲ ἄρα μιν μετὰ ταῦτα ἰώμενος ὑγιέα ἀπέδεξε , ἐνθαῦτα δὴ διδαχθεῖσα ὑπὸ τοῦ Δημοκήδεος Ἄτοσσα προσέφερε ἐν τῇ κοίτῃ Δαρείῳ λόγον τοιόνδε · ʹ βασιλεῦ , ἔχων δύναμιν τοσαύτην κάτησαι , οὔτε τι ἔθνος προσκτώμενος οὔτε δύναμιν Πέρσῃσι . Οἰκὸς δέ ἐστι ἄνδρα καὶ νέον καὶ χρημάτων μεγάλων δεσπότην φαίνεσθαί τι ἀποδεικνύμενον , ἵνα καὶ Πέρσαι ἐκμάθωσι ὅτι ὑπ’ ἀνδρὸς ἄρχονται . Ἐπ’ ἀμφότερα δέ τοι φέρει ταῦτα ποιέειν , καὶ ἵνα σφέων Πέρσαι ἐπίστωνται ἄνδρα εἶναι τὸν προεστεῶτα καὶ ἵνα τρίβωνται πολέμῳ μηδὲ σχολὴν ἄγοντες ἐπιβουλεύωσί τοι . Νῦν γὰρ ἄν τι καὶ ἀποδέξαιο ἔργον , ἕως νέος εἶς ἡλικίην · αὐξομένῳ γὰρ τῷ σώματι συναύξονται καὶ αἱ φρένες , γηράσκοντι δὲ συγγηράσκουσι καὶ ἐς τὰ πρήγματα πάντα ἀπαμβλύνονται . ʹ μὲν δὴ ταῦτα ἐκ διδαχῆς ἔλεγε · δ’ ἀμείβετο τοῖσδε . ʹ γύναι , πάντα ὅσα περ αὐτὸς ἐπινοέω ποιήσειν εἴρηκας . Ἐγὼ γὰρ βεβούλευμαι ζεύξας γέφυραν ἐκ τῆσδε τῆς ἠπείρου ἐς τὴν ἑτέρην ἤπειρον ἐπὶ Σκύθας στρατεύεσθαι . Καὶ ταῦτα ὀλίγου χρόνου ἔσται τελεόμενα . ʹ Λέγει Ἄτοσσα τάδε · ʹ Ὅρα νυν , ἐπὶ Σκύθας μὲν τὴν πρώτην ἰέναι ἔασον · οὗτοι γάρ , ἐπεὰν σὺ βούλῃ , ἔσονταί τοι . Σὺ δέ μοι ἐπὶ τὴν Ἑλλάδα στρατεύεσθαι · ἐπιθυμέω γὰρ λόγῳ πυνθανομένη Λακαίνας τέ μοι γενέσθαι θεραπαίνας καὶ Ἀργείας καὶ Ἀττικὰς καὶ Κορινθίας . Ἔχεις δὲ ἄνδρα ἐπιτηδεότατον ἀνδρῶν πάντων δέξαι τε ἕκαστα τῆς Ἑλλάδος καὶ κατηγήσασθαι , τοῦτον ὅς σεο τὸν πόδα ἐξιήσατο . ʹ Ἀμείβεται Δαρεῖος · ʹ γύναι , ἐπεὶ τοίνυν τοι δοκέει τῆς Ἑλλάδος ἡμέας πρῶτα ἀποπειρᾶσθαι , κατασκόπους μοι δοκέει Περσέων πρῶτον ἄμεινον εἶναι ὁμοῦ τούτῳ τῷ σὺ λέγεις πέμψαι ἐς αὐτούς , οἳ μαθόντες καὶ ἰδόντες ἐξαγγελέουσι ἕκαστα αὐτῶν ἡμῖν · καὶ ἔπειτα ἐξεπιστάμενος ἐπ’ αὐτοὺς τρέψομαι . ʹ Ταῦτα εἶπε καὶ ἅμα ἔπος τε καὶ ἔργον ἐποίεε .