3.135 Ἐπείτε γὰρ τάχιστα ἡμέρη ἐπέλαμψε , καλέσας Περσέων ἄνδρας δοκίμους πεντεκαίδεκα ἐνετέλλετό σφι ἑπομένους Δημοκήδεϊ διεξελθεῖν τὰ παραθαλάσσια τῆς Ἑλλάδος , ὅκως τε μὴ διαδρήσεταί σφεας Δημοκήδης , ἀλλά μιν πάντως ὀπίσω ἀπάξουσι . Ἐντειλάμενος δὲ τούτοισι ταῦτα , δεύτερα καλέσας αὐτὸν Δημοκήδεα ἐδέετο αὐτοῦ ὅκως ἐξηγησάμενος πᾶσαν καὶ ἐπιδέξας τὴν Ἑλλάδα τοῖσι Πέρσῃσι ὀπίσω ἥξει · δῶρα δέ μιν τῷ πατρὶ καὶ τοῖσι ἀδελφεοῖσι ἐκέλευε πάντα τὰ ἐκείνου ἔπιπλα λαβόντα ἄγειν , φὰς ἄλλα οἱ πολλαπλήσια ἀντιδώσειν · πρὸς δὲ ἐς τὰ δῶρα ὁλκάδα οἱ ἔφη συμβαλέεσθαι πλήσας ἀγαθῶν παντοίων , τὴν ἅμα οἱ πλεύσεσθαι . Δαρεῖος μὲν δή , δοκέειν ἐμοί , ἀπ’ οὐδενὸς δολεροῦ νόου ἐπηγγέλλετό οἱ ταῦτα · Δημοκήδης δὲ δείσας μή ἑο ἐκπειρῷτο Δαρεῖος , οὔτι ἐπιδραμὼν πάντα τὰ διδόμενα ἐδέκετο , ἀλλὰ τὰ μὲν ἑωυτοῦ κατὰ χώρην ἔφη καταλείψειν , ἵνα ὀπίσω σφέα ἀπελθὼν ἔχοι , τὴν μέντοι ὁλκάδα , τήν οἱ Δαρεῖος ἐπαγγέλλεται ἐς τὴν δωρεὴν τοῖσι ἀδελφεοῖσι , δέκεσθαι ἔφη . Ἐντειλάμενος δὲ καὶ τούτῳ ταῦτα Δαρεῖος ἀποστέλλει αὐτοὺς ἐπὶ θάλασσαν .