3.133 Ἐν χρόνῳ δὲ ὀλίγῳ μετὰ ταῦτα τάδε ἄλλα συνήνεικε γενέσθαι . Ἀτόσσῃ τῇ Κύρου μὲν θυγατρί , Δαρείου δὲ γυναικὶ ἐπὶ τοῦ μαστοῦ ἔφυ φῦμα , μετὰ δὲ ἐκραγὲν ἐνέμετο πρόσω . Ὅσον μὲν δὴ χρόνον ἦν ἔλασσον , δὲ κρύπτουσα καὶ αἰσχυνομένη ἔφραζε οὐδενί , ἐπείτε δὲ ἐν κακῷ ἦν , μετεπέμψατο τὸν Δημοκήδεα καί οἱ ἐπέδεξε . δὲ φὰς ὑγιέα ποιήσειν ἐξορκοῖ μιν μέν οἱ ἀντυπουργήσειν ἐκείνην τοῦτο τὸ ἂν αὐτῆς δεηθῇ , δεήσεσθαι δὲ οὐδενὸς τῶν ὅσα ἐς αἰσχύνην ἐστὶ φέροντα .