3.131 δὲ Δημοκήδης οὗτος ὧδε ἐκ Κρότωνος ἀπιγμένος Πολυκράτεϊ ὡμίλησε . Πατρὶ συνείχετο ἐν τῇ Κρότωνι ὀργὴν χαλεπῷ · τοῦτον ἐπείτε οὐκ ἐδύνατο φέρειν , ἀπολιπὼν οἴχετο ἐς Αἴγιναν . Καταστὰς δὲ ἐς ταύτην πρώτῳ ἔτεϊ ὑπερεβάλετο τοὺς ἄλλους ἰητρούς , ἀσκευής περ ἐὼν καὶ ἔχων οὐδὲν τῶν ὅσα περὶ τὴν τέχνην ἐστὶ ἐργαλήια . Καί μιν δευτέρῳ ἔτεϊ ταλάντου Αἰγινῆται δημοσίῃ μισθοῦνται , τρίτῳ δὲ ἔτεϊ Ἀθηναῖοι ἑκατὸν μνέων , τετάρτῳ δὲ ἔτεϊ Πολυκράτης δυῶν ταλάντων . Οὕτω μὲν ἀπίκετο ἐς τὴν Σάμον , καὶ ἀπὸ τούτου τοῦ ἀνδρὸς οὐκ ἥκιστα Κροτωνιῆται ἰητροὶ εὐδοκίμησαν · ἐγένετο γὰρ ὦν τοῦτο ὅτε πρῶτοι μὲν Κροτωνιῆται ἰητροὶ ἐλέγοντο ἀνὰ τὴν Ἑλλάδα εἶναι , δεύτεροι δὲ Κυρηναῖοι . Κατὰ τὸν αὐτὸν δὲ τοῦτον χρόνον καὶ Ἀργεῖοι ἤκουον μουσικὴν εἶναι Ἑλλήνων πρῶτοι .
3.132 Τότε δὴ Δημοκήδης ἐν τοῖσι Σούσοισι ἐξιησάμενος Δαρεῖον οἶκόν τε μέγιστον εἶχε καὶ ὁμοτράπεζος βασιλέϊ ἐγεγόνεε , πλήν τε ἑνός , τοῦ ἐς Ἕλληνας ἀπιέναι , πάντα τἆλλά οἱ παρῆν . Καὶ τοῦτο μὲν τοὺς Αἰγυπτίους ἰητρούς , οἳ βασιλέα πρότερον ἰῶντο , μέλλοντας ἀνασκολοπιεῖσθαι ὅτι ὑπὸ Ἕλληνος ἰητροῦ ἑσσώθησαν , τούτους βασιλέα παραιτησάμενος ἐρρύσατο · τοῦτο δὲ μάντιν Ἠλεῖον Πολυκράτεϊ ἐπισπόμενον καὶ ἀπημελημένον ἐν τοῖσι ἀνδραπόδοισι ἐρρύσατο . Ἦν δὲ μέγιστον πρῆγμα Δημοκήδης παρὰ βασιλέϊ .