3.130 Σταθέντα δὲ ἐς μέσον εἰρώτα Δαρεῖος τὴν τέχνην εἰ ἐπίσταιτο · δὲ οὐκ ὑπεδέκετο , ἀρρωδέων μὴ ἑωυτὸν ἐκφήνας τὸ παράπαν τῆς Ἑλλάδος ἀπεστερημένος . Κατεφάνη δὲ τῷ Δαρείῳ τεχνάζειν ἐπιστάμενος , καὶ τοὺς ἀγαγόντας αὐτὸν ἐκέλευσε μάστιγάς τε καὶ κέντρα παραφέρειν ἐς τὸ μέσον . δὲ ἐνθαῦτα δὴ ὦν ἐκφαίνει , φὰς ἀτρεκέως μὲν οὐκ ἐπίστασθαι , ὁμιλήσας δὲ ἰητρῷ φλαύρως ἔχειν τὴν τέχνην . Μετὰ δὲ ὥς οἱ ἐπέτρεψε , Ἑλληνικοῖσι ἰήμασι χρεώμενος καὶ ἤπια μετὰ τὰ ἰσχυρὰ προσάγων ὕπνου τέ μιν λαγχάνειν ἐποίεε καὶ ἐν χρόνῳ ὀλίγῳ ὑγιέα μιν ἐόντα ἀπέδεξε , οὐδαμὰ ἔτι ἐλπίζοντα ἀρτίπουν ἔσεσθαι . Δωρέεται δή μιν μετὰ ταῦτα Δαρεῖος πεδέων χρυσέων δύο ζεύγεσι · δέ μιν ἐπείρετο εἴ οἱ διπλήσιον τὸ κακὸν ἐπίτηδες νέμει , ὅτι μιν ὑγιέα ἐποίησε . Ἡσθεὶς δὲ τῷ ἔπεϊ Δαρεῖος ἀποπέμπει μιν παρὰ τὰς ἑωυτοῦ γυναῖκας · παραγ αγ όντες δὲ οἱ εὐνοῦχοι ἔλεγον πρὸς τὰς γυναῖκας ὡς βασιλέϊ οὗτος εἴη ὃς τὴν ψυχὴν ἀπέδωκε . Ὑποτύπτουσα δὲ αὐτέων ἑκάστη φιάλῃ ἐς τοῦ χρυσοῦ τὴν θήκην ἐδωρέετο Δημοκήδεα οὕτω δή τι δαψιλέϊ δωρεῇ ὡς τοὺς ἀποπίπτοντας ἀπὸ τῶν φιαλέων στατῆρας ἑπόμενος οἰκέτης τῷ οὔνομα ἦν Σκίτων ἀνελέγετο καί οἱ χρῆμα πολλόν τι χρυσοῦ συνελέχθη . ʹ