3.129 Ἀπικομένων δὲ καὶ ἀνακομισθέντων τῶν Ὀροίτεω χρημάτων ἐς τὰ Σοῦσα συνήνεικε χρόνῳ οὐ πολλῷ ὕστερον βασιλέα Δαρεῖον ἐν ἄγρῃ θηρῶν ἀποθρῴσκοντα ἀπ’ ἵππου στραφῆναι τὸν πόδα · καί κως ἰσχυροτέρως ἐστράφη · γάρ οἱ ἀστράγαλος ἐξεχώρησε ἐκ τῶν ἄρθρων . Νομίζων δὲ καὶ πρότερον περὶ ἑωυτὸν ἔχειν Αἰγυπτίων τοὺς δοκέοντας εἶναι πρώτους τὴν ἰητρικήν , τούτοισι ἐχρᾶτο . Οἱ δὲ στρεβλοῦντες καὶ βιώμενοι τὸν πόδα κακὸν μέζον ἐργάζοντο . Ἐπ’ ἑπτὰ μὲν δὴ ἡμέρας καὶ ἑπτὰ νύκτας ὑπὸ τοῦ παρεόντος κακοῦ Δαρεῖος ἀγρυπνίῃσι εἴχετο . Τῇ δὲ δὴ ὀγδόῃ ἡμέρῃ ἔχοντί οἱ φλαύρως οἷα δὴ παρακούσας τις πρότερον ἔτι ἐν Σάρδισι τοῦ Κροτωνιήτεω Δημοκήδεος τὴν τέχνην ἐσαγγέλλει τῷ Δαρείῳ · δὲ ἄγειν μιν τὴν ταχίστην παρ’ ἑωυτὸν ἐκέλευσε . Τὸν δὲ ὡς ἐξεῦρον ἐν τοῖσι Ὀροίτεω ἀνδραπόδοισι ὅκου δὴ ἀπημελημένον , παρῆγον ἐς μέσον πέδας τε ἕλκοντα καὶ ῥάκεα ἐσθημένον .