3.128 Δαρεῖος μὲν ταῦτα ἐπειρώτα , τῷ δὲ ἄνδρες τριήκοντα ὑπέστησαν , αὐτὸς ἕκαστος ἐθέλων ποιέειν ταῦτα . Ἐρίζοντας δὲ Δαρεῖος κατελάμβανε κελεύων πάλλεσθαι · παλλομένων δὲ λαγχάνει ἐκ πάντων Βαγαῖος Ἀρτόντεω . Λαχὼν δὲ Βαγαῖος ποιέει τάδε · βυβλία γραψάμενος πολλὰ καὶ περὶ πολλῶν λέγοντα πρηγμάτων σφρηγῖδά σφι ἐπέβαλε τὴν Δαρείου , μετὰ δὲ ἤιε ἔχων ταῦτα ἐς τὰς Σάρδις . Ἀπικόμενος δὲ καὶ Ὀροίτεω ἐς ὄψιν ἐλθὼν τῶν βυβλίων ἓν ἕκαστον περιαιρεόμενος ἐδίδου τῷ γραμματιστῇ τῷ βασιληίῳ ἐπιλέγεσθαι γραμματιστὰς δὲ βασιληίους οἱ πάντες ὕπαρχοι ἔχουσι · ἀποπειρώμενος δὲ τῶν δορυφόρων ἐδίδου τὰ βυβλία Βαγαῖος , εἴ οἱ ἐνδεξαίατο ἀπόστασιν ἀπὸ Ὀροίτεω . Ὁρέων δέ σφεας τά τε βυβλία σεβομένους μεγάλως καὶ τὰ λεγόμενα ἐκ τῶν βυβλίων ἔτι μεζόνως , διδοῖ ἄλλο ἐν τῷ ἐνῆν ἔπεα τάδε · ʹ Πέρσαι , βασιλεὺς Δαρεῖος ἀπαγορεύει ὑμῖν μὴ δορυφορέειν Ὀροίτην . ʹ Οἱ δὲ ἀκούσαντες τούτων μετῆκάν οἱ τὰς αἰχμάς . Ἰδὼν δὲ τοῦτό σφεας Βαγαῖος πειθομένους τῷ βυβλίῳ , ἐνθαῦτα δὴ θαρσήσας τὸ τελευταῖον τῶν βυβλίων διδοῖ τῷ γραμματιστῇ , ἐν τῷ ἐγέγραπτο · ʹ Βασιλεὺς Δαρεῖος Πέρσῃσι τοῖσι ἐν Σάρδισι ἐντέλλεται κτείνειν Ὀροίτην . ʹ Οἱ δὲ δορυφόροι ὡς ἤκουσαν ταῦτα , σπασάμενοι τοὺς ἀκινάκας κτείνουσι παραυτίκα μιν . Οὕτω δὴ Ὀροίτην τὸν Πέρσην Πολυκράτεος τοῦ Σαμίου τίσιες μετῆλθον .