3.127 Δαρεῖος δὲ ὡς ἔσχε τὴν ἀρχήν , ἐπεθύμεε τὸν Ὀροίτην τείσασθαι πάντων τε τῶν ἀδικημάτων εἵνεκεν καὶ μάλιστα Μιτροβάτεω καὶ τοῦ παιδός . Ἐκ μὲν δὴ τῆς ἰθέης στρατὸν ἐπ’ αὐτὸν οὐκ ἐδόκεε πέμπειν , ἅτε οἰδεόντων ἔτι τῶν πρηγμάτων καὶ νεωστὶ ἔχων τὴν ἀρχὴν καὶ τὸν Ὀροίτην μεγάλην τὴν ἰσχὺν πυνθανόμενος ἔχειν , τὸν χίλιοι μὲν Περσέων ἐδορυφόρεον , εἶχε δὲ νομὸν τόν τε Φρύγιον καὶ Λύδιον καὶ Ἰωνικόν . Πρὸς ταῦτα δὴ ὦν Δαρεῖος τάδε ἐμηχανήσατο . Συγκαλέσας Περσέων τοὺς δοκιμωτάτους ἔλεγέ σφι τάδε · ʹ Πέρσαι , τίς ἄν μοι τοῦτο ὑμέων ὑποστὰς ἐπιτελέσειε σοφίῃ καὶ μὴ βίῃ τε καὶ ὁμίλῳ ; Ἔνθα γὰρ σοφίης δεῖ , βίης ἔργον οὐδέν . Ὑμέων δὴ ὦν τίς μοι Ὀροίτην ζώοντα ἂν ἀγάγοι ἀποκτείνειε ; ὃς ὠφέλησε μέν κω Πέρσας οὐδέν , κακὰ δὲ μεγάλα ἔοργε · τοῦτο μὲν δύο ἡμέων ἠίστωσε , Μιτροβάτην τε καὶ τὸν παῖδα αὐτοῦ , τοῦτο δὲ τοὺς ἀνακαλέοντας αὐτὸν καὶ πεμπομένους ὑπ’ ἐμέο κτείνει , ὕβριν οὐκ ἀνασχετὸν φαίνων . Πρίν τι ὦν μέζον ἐξεργάσασθαί μιν Πέρσας κακόν , καταλαμπτέος ἐστὶ ἡμῖν θανάτῳ . ʹ