3.126 Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον καὶ Ὀροίτην Πολυκράτεος τίσιες μετῆλθον . Μετὰ γὰρ τὸν Καμβύσεω θάνατον καὶ τῶν μάγων τὴν βασιληίην μένων ἐν τῇσι Σάρδισι Ὀροίτης ὠφέλεε μὲν οὐδὲν Πέρσας ὑπὸ Μήδων ἀπαραιρημένους τὴν ἀρχήν · δὲ ἐν ταύτῃ τῇ ταραχῇ κατὰ μὲν ἔκτεινε Μιτροβάτην τὸν ἐκ Δασκυλείου ὕπαρχον , ὅς οἱ ὠνείδισε τὰ ἐς Πολυκράτεα ἔχοντα , κατὰ δὲ τοῦ Μιτροβάτεω τὸν παῖδα Κρανάσπην , ἄνδρας ἐν Πέρσῃσι δοκίμους , ἄλλα τε ἐξύβρισε παντοῖα καί τινα ἀγγελιηφόρον Δαρείου ἐλθόντα παρ’ αὐτόν , ὡς οὐ πρὸς ἡδονήν οἱ ἦν τὰ ἀγγελλόμενα , κτείνει μιν ὀπίσω κομιζόμενον ἄνδρας οἱ ὑπείσας κατ’ ὁδόν , ἀποκτείνας δέ μιν ἠφάνισε αὐτῷ ἵππῳ .