3.125 Πολυκράτης δὲ πάσης συμβουλίης ἀλογήσας ἔπλεε παρὰ τὸν Ὀροίτην , ἅμα ἀγόμενος ἄλλους τε πολλοὺς τῶν ἑταίρων , ἐν δὲ δὴ καὶ Δημοκήδεα τὸν Καλλιφῶντος Κροτωνιήτην ἄνδρα , ἰητρόν τε ἐόντα καὶ τὴν τέχνην ἀσκέοντα ἄριστα τῶν κατ’ ἑωυτόν . Ἀπικόμενος δὲ ἐς τὴν Μαγνησίην Πολυκράτης διεφθάρη κακῶς , οὔτε ἑωυτοῦ ἀξίως οὔτε τῶν ἑωυτοῦ φρονημάτων · ὅτι γὰρ μὴ οἱ Συρηκοσίων γενόμενοι τύραννοι , οὐδὲ εἷς τῶν ἄλλων Ἑλληνικῶν τυράννων ἄξιός ἐστι Πολυκράτεϊ μεγαλοπρεπείην συμβληθῆναι . Ἀποκτείνας δέ μιν οὐκ ἀξίως ἀπηγήσιος Ὀροίτης ἀνεσταύρωσε · τῶν δέ οἱ ἑπομένων ὅσοι μὲν ἦσαν Σάμιοι , ἀπῆκε , κελεύων σφέας ἑωυτῷ χάριν εἰδέναι ἐόντας ἐλευθέρους , ὅσοι δὲ ἦσαν ξεῖνοί τε καὶ δοῦλοι τῶν ἑπομένων , ἐν ἀνδραπόδων λόγῳ ποιεύμενος εἶχε . Πολυκράτης δὲ ἀνακρεμάμενος ἐπετέλεε πᾶσαν τὴν ὄψιν τῆς θυγατρός · ἐλοῦτο μὲν γὰρ ὑπὸ τοῦ Διός , ὅκως ὕοι , ἐχρίετο δὲ ὑπὸ τοῦ ἡλίου ἀνιεὶς αὐτὸς ἐκ τοῦ σώματος ἰκμάδα . Πολυκράτεος μὲν δὴ αἱ πολλαὶ εὐτυχίαι ἐς τοῦτο ἐτελεύτησαν τῇ οἱ Ἄμασις Αἰγύπτου βασιλεὺς προεμαντεύσατο .