3.123 Ταῦτα ἀκούσας Πολυκράτης ἥσθη τε καὶ ἐβούλετο · καί κως ἱμείρετο γὰρ χρημάτων μεγάλως , ἀποπέμπει πρῶτα κατοψόμενον Μαιάνδριον Μαιανδρίου ἄνδρα τῶν ἀστῶν , ὅς οἱ ἦν γραμματιστής · ὃς χρόνῳ οὐ πολλῷ ὕστερον τούτων τὸν κόσμον τὸν ἐκ τοῦ ἀνδρεῶνος τοῦ Πολυκράτεος ἐόντα ἀξιοθέητον ἀνέθηκε πάντα ἐς τὸ Ἥραιον . δὲ Ὀροίτης μαθὼν τὸν κατάσκοπον ἐόντα προσδόκιμον ἐποίεε τοιάδε · λάρνακας ὀκτὼ πληρώσας λίθων πλὴν κάρτα βραχέος τοῦ περὶ αὐτὰ τὰ χείλεα , ἐπιπολῆς τῶν λίθων χρυσὸν ἐπέβαλε , καταδήσας δὲ τὰς λάρνακας εἶχε ἑτοίμας . Ἐλθὼν δὲ Μαιάνδριος καὶ θεησάμενος ἀπήγγελλε τῷ Πολυκράτεϊ . ʹ
3.124 δὲ πολλὰ μὲν τῶν μαντίων ἀπαγορευόντων πολλὰ δὲ τῶν φίλων ἐστέλλετο αὐτόσε , πρὸς δὲ καὶ ἰδούσης τῆς θυγατρὸς ὄψιν ἐνυπνίου τοιήνδε · ἐδόκεέ οἱ τὸν πατέρα ἐν τῷ ἠέρι μετέωρον ἐόντα λοῦσθαι μὲν ὑπὸ τοῦ Διός , χρίεσθαι δὲ ὑπὸ τοῦ ἡλίου . Ταύτην ἰδοῦσα τὴν ὄψιν παντοίη ἐγίνετο μὴ ἀποδημῆσαι τὸν Πολυκράτεα παρὰ τὸν Ὀροίτην , καὶ δὴ καὶ ἰόντος αὐτοῦ ἐπὶ τὴν πεντηκόντερον ἐπεφημίζετο · δέ οἱ ἠπείλησε , ἢν σόος ἀπονοστήσῃ , πολλόν μιν χρόνον παρθενεύσεσθαι · δὲ ἠρήσατο ἐπιτελέα ταῦτα γενέσθαι · βούλεσθαι γὰρ παρθενεύεσθαι πλέω χρόνον τοῦ πατρὸς ἐστερῆσθαι .