3.122 Αἰτίαι μὲν δὴ αὗται διφάσιαι λέγονται τοῦ θανάτου τοῦ Πολυκράτεος γενέσθαι , πάρεστι δὲ πείθεσθαι ὁκοτέρῃ τις βούλεται αὐτέων . δὲ ὦν Ὀροίτης ἱζόμενος ἐν Μαγνησίῃ τῇ ὑπὲρ Μαιάνδρου ποταμοῦ οἰκημένῃ ἔπεμπε Μύρσον τὸν Γύγεω ἄνδρα Λυδὸν ἐς Σάμον ἀγγελίην φέροντα , μαθὼν τοῦ Πολυκράτεος τὸν νόον . Πολυκράτης γάρ ἐστι πρῶτος τῶν ἡμεῖς ἴδμεν Ἑλλήνων ὃς θαλασσοκρατέειν ἐπενοήθη , πάρεξ Μίνω τε τοῦ Κνωσσίου καὶ εἰ δή τις ἄλλος πρότερος τούτου ἦρξε τῆς θαλάσσης · τῆς δὲ ἀνθρωπηίης λεγομένης γενεῆς Πολυκράτης πρῶτος , ἐλπίδας πολλὰς ἔχων Ἰωνίης τε καὶ νήσων ἄρξειν . Μαθὼν ὦν ταῦτά μιν διανοεύμενον Ὀροίτης πέμψας ἀγγελίην ἔλεγε τάδε · ʹ Ὀροίτης Πολυκράτεϊ ὧδε λέγει . Πυνθάνομαι ἐπιβουλεύειν σε πρήγμασι μεγάλοισι καὶ χρήματά τοι οὐκ εἶναι κατὰ τὰ φρονήματα . Σύ νυν ὧδε ποιήσας ὀρθώσεις μὲν σεωυτόν , σώσεις δὲ καὶ ἐμέ · ἐμοὶ γὰρ βασιλεὺς Καμβύσης ἐπιβουλεύει θάνατον καί μοι τοῦτο ἐξαγγέλλεται σαφηνέως . Σύ νυν ἐμὲ ἐκκομίσας αὐτὸν καὶ χρήματα , τὰ μὲν αὐτῶν αὐτὸς ἔχε , τὰ δὲ ἐμὲ ἔα ἔχειν · εἵνεκέν τε χρημάτων ἄρξεις ἁπάσης τῆς Ἑλλάδος . Εἰ δέ μοι ἀπιστέεις τὰ περὶ τῶν χρημάτων , πέμψον ὅστις τοι πιστότατος τυγχάνει ἐών , τῷ ἐγὼ ἀποδέξω . ʹ