3.120 Κατὰ δέ κου μάλιστα τὴν Καμβύσεω νοῦσον ἐγίνετο τάδε . Ὑπὸ Κύρου κατασταθεὶς ἦν Σαρδίων ὕπαρχος Ὀροίτης ἀνὴρ Πέρσης . Οὗτος ἐπεθύμησε πρήγματος οὐκ ὁσίου · οὔτε γάρ τι παθὼν οὔτε ἀκούσας μάταιον ἔπος πρὸς Πολυκράτεος τοῦ Σαμίου οὐδὲ ἰδὼν πρότερον ἐπεθύμησε λαβὼν αὐτὸν ἀπολέσαι , ὡς μὲν οἱ πλέονες λέγουσι , διὰ τοιήνδε τινὰ αἰτίην . Ἐπὶ τῶν βασιλέος θυρέων κατήμενον τόν τε Ὀροίτην καὶ ἄλλον Πέρσην τῷ οὔνομα εἶναι Μιτροβάτην , νομοῦ ἄρχοντα τοῦ ἐν Δασκυλείῳ , τούτους ἐκ λόγων ἐς νείκεα συμπεσεῖν · κρινομένων δὲ περὶ ἀρετῆς εἰπεῖν τὸν Μιτροβάτην τῷ Ὀροίτῃ προφέροντα · ʹ Σὺ γὰρ ἐν ἀνδρῶν λόγῳ , ὃς βασιλέϊ νῆσον Σάμον πρὸς τῷ σῷ νομῷ κειμένην οὐ προσεκτήσαο , ὧδε δή τι ἐοῦσαν εὐπετέα χειρωθῆναι , τὴν τῶν τις ἐπιχωρίων πεντεκαίδεκα ὁπλίτῃσι ἐπαναστὰς ἔσχε καὶ νῦν αὐτῆς τυραννεύει . ʹ Οἱ μὲν δή μίν φασι τοῦτο ἀκούσαντα καὶ ἀλγήσαντα τῷ ὀνείδεϊ ἐπιθυμῆσαι οὐκ οὕτω τὸν εἴπαντα ταῦτα τείσασθαι ὡς Πολυκράτεα πάντως ἀπολέσαι , δι’ ὅντινα κακῶς ἤκουσε .
3.121 Οἱ δὲ ἐλάσσονες λέγουσι πέμψαι Ὀροίτην ἐς Σάμον κήρυκα ὅτεο δὴ χρήματος δεησόμενον οὐ γὰρ ὦν δὴ τοῦτό γε λέγεται , καὶ τὸν Πολυκράτεα τυχεῖν κατακείμενον ἐν ἀνδρεῶνι , παρεῖναι δέ οἱ καὶ Ἀνακρέοντα τὸν Τήιον · καί κως εἴτε ἐκ προνοίης αὐτὸν κατηλογέοντα τὰ Ὀροίτεω πρήγματα , εἴτε καὶ συντυχίη τις τοιαύτη ἐπεγένετο · τόν τε γὰρ κήρυκα τὸν Ὀροίτεω παρελθόντα διαλέγεσθαι καὶ τὸν Πολυκράτεα τυχεῖν γὰρ ἐπεστραμμένον πρὸς τὸν τοῖχον οὔτε τι μεταστραφῆναι οὔτε τι ὑποκρίνασθαι .