3.119 Οἱ δὲ τῷ βασιλέϊ δεικνύουσι ἑωυτοὺς καὶ τὴν αἰτίην εἶπον δι’ ἣν πεπονθότες εἴησαν . Δαρεῖος δὲ ἀρρωδήσας μὴ κοινῷ λόγῳ οἱ ἓξ πεποιηκότες ἔωσι ταῦτα , μεταπεμπόμενος ἕνα ἕκαστον ἀπεπειρᾶτο γνώμης , εἰ συνέπαινοί εἰσι τῷ πεποιημένῳ . Ἐπείτε δὲ ἐξέμαθε ὡς οὐ σὺν κείνοισι εἴη ταῦτα πεποιηκώς , ἔλαβε αὐτόν τε τὸν Ἰνταφρένεα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τοὺς οἰκηίους πάντας , ἐλπίδας πολλὰς ἔχων μετὰ τῶν συγγενέων μιν ἐπιβουλεύειν οἱ ἐπανάστασιν , συλλαβὼν δέ σφεας ἔδησε τὴν ἐπὶ θανάτῳ . δὲ γυνὴ τοῦ Ἰνταφρένεος φοιτῶσα ἐπὶ τὰς θύρας τοῦ βασιλέος κλαίεσκε ἂν καὶ ὀδυρέσκετο · ποιεῦσα δὲ αἰεὶ τὠυτὸ τοῦτο τὸν Δαρεῖον ἔπεισε οἰκτῖραί μιν , πέμψας δὲ ἄγγελον ἔλεγε τάδε · ʹ γύναι , βασιλεύς τοι Δαρεῖος διδοῖ ἔνα τῶν δεδεμένων οἰκηίων ῥύσασθαι τὸν βούλεαι ἐκ πάντων . ʹ δὲ βουλευσαμένη ὑπεκρίνετο τάδε · ʹ Εἰ μὲν δή μοι διδοῖ βασιλεὺς ἑνὸς τὴν ψυχήν , αἱρέομαι ἐκ πάντων τὸν ἀδελφεόν . ʹ Πυθόμενος δὲ Δαρεῖος ταῦτα καὶ θωμάσας τὸν λόγον πέμψας ἠγόρευε · ʹ γύναι , εἰρωτᾷ σε βασιλεὺς τίνα ἔχουσα γνώμην τὸν ἄνδρα τε καὶ τὰ τέκνα ἐγκαταλιποῦσα τὸν ἀδελφεὸν εἵλεο περιεῖναί τοι , ὃς καὶ ἀλλοτριώτερός τοι τῶν παίδων καὶ ἧσσον κεχαρισμένος τοῦ ἀνδρός ἐστι . ʹ δ’ ἀμείβετο τοῖσδε · ʹ βασιλεῦ , ἀνὴρ μέν μοι ἂν ἄλλος γένοιτο , εἰ δαίμων ἐθέλοι , καὶ τέκνα ἄλλα , εἰ ταῦτα ἀποβάλοιμι · πατρὸς δὲ καὶ μητρὸς οὐκέτι μοι ζωόντων ἀδελφεὸς ἂν ἄλλος οὐδενὶ τρόπῳ γένοιτο . Ταύτῃ τῇ γνώμῃ χρεωμένη ἔλεξα ταῦτα . ʹ Εὖ τε δὴ ἔδοξε τῷ Δαρείῳ εἰπεῖν γυνὴ καί οἱ ἀπῆκε τοῦτόν τε τὸν παραιτέετο καὶ τῶν παίδων τὸν πρεσβύτατον , ἡσθεὶς αὐτῇ . Τοὺς δὲ ἄλλους ἀπέκτεινε πάντας . Τῶν μὲν δὴ ἑπτὰ εἷς αὐτίκα τρόπῳ τῷ εἰρημένῳ ἀπολώλεε .