3.118 Τῶν δὲ τῷ μάγῳ ἐπαναστάντων ἑπτὰ ἀνδρῶν ἕνα αὐτῶν Ἰνταφρένεα κατέλαβε ὑβρίσαντα τάδε ἀποθανεῖν αὐτίκα μετὰ τὴν ἐπανάστασιν . Ἤθελε ἐς τὰ βασιλήια ἐσελθὼν χρηματίσασθαι τῷ βασιλέϊ · καὶ γὰρ δὴ καὶ νόμος οὕτω εἶχε , τοῖσι ἐπαναστᾶσι τῷ μάγῳ ἔσοδον εἶναι παρὰ βασιλέα ἄνευ ἀγγέλου , ἢν μὴ γυναικὶ τυγχάνῃ μισγόμενος βασιλεύς . Οὐκ ὦν δὴ Ἰνταφρένης ἐδικαίου οὐδένα οἱ ἐσαγγεῖλαι , ἀλλ’ , ὅτι ἦν τῶν ἑπτά , ἐσιέναι ἤθελε · δὲ πυλουρὸς καὶ ἀγγελιηφόρος οὐ περιώρων , φάμενοι τὸν βασιλέα γυναικὶ μίσγεσθαι . δὲ Ἰνταφρένης δοκέων σφέας ψεύδεα λέγειν ποιέει τοιάδε · σπασάμενος τὸν ἀκινάκην ἀποτάμνει αὐτῶν τά τε ὦτα καὶ τὰς ῥῖνας , καὶ ἀνείρας περὶ τὸν χαλινὸν τοῦ ἵππου περὶ τοὺς αὐχένας σφέων ἔδησε καὶ ἀπῆκε .