3.117 Ἔστι δὲ πεδίον ἐν τῇ Ἀσίῃ περικεκληιμένον ὄρεϊ πάντοθεν , διασφάγες δὲ τοῦ ὄρεός εἰσι πέντε · τοῦτο τὸ πεδίον ἦν μέν κοτε Χορασμίων , ἐν οὔροισι ἐὸν Χορασμίων τε αὐτῶν καὶ Ὑρκανίων καὶ Πάρθων καὶ Σαραγγέων καὶ Θαμαναίων · ἐπείτε δὲ Πέρσαι ἔχουσι τὸ κράτος , ἐστὶ τοῦ βασιλέος . Ἐκ δὴ ὦν τοῦ περικληίοντος ὄρεος τούτου ῥέει ποταμὸς μέγας , οὔνομα δέ οἵ ἐστι Ἄκης . Οὗτος πρότερον μὲν ἄρδεσκε διαλελαμμένος πενταχοῦ τούτων τῶν εἰρημένων τὰς χώρας , διὰ διασφάγος ἀγόμενος ἑκάστης ἑκάστοισι . Ἐπείτε δὲ ὑπὸ τῷ Πέρσῃ εἰσί , πεπόνθασι τοιόνδε · τὰς διασφάγας τῶν ὀρέων ἐνδείμας βασιλεὺς πύλας ἐπ’ ἑκάστῃ διασφάγι ἔστησε , ἀποκεκληιμένου δὲ τοῦ ὕδατος τῆς διεξόδου τὸ πεδίον τὸ ἐντὸς τῶν ὀρέων πέλαγος γίνεται , ἐνδιδόντος μὲν τοῦ ποταμοῦ , ἔχοντος δὲ οὐδαμῇ ἐξήλυσιν . Οὗτοι ὦν οἵ περ ἔμπροσθε ἐώθεσαν χρᾶσθαι τῷ ὕδατι , οὐκ ἔχοντες αὐτῷ χρᾶσθαι , συμφορῇ μεγάλῃ διαχρέωνται · τὸν μὲν γὰρ χειμῶνα ὕει σφι θεὸς ὥσπερ καὶ τοῖσι ἄλλοισι ἀνθρώποισι , τοῦ δὲ θέρεος σπείροντες μελίνην καὶ σήσαμον χρηίσκονται τῷ ὕδατι . Ἐπεὰν ὦν μηδέν σφι παραδιδῶται τοῦ ὕδατος , ἐλθόντες ἐς τοὺς Πέρσας αὐτοί τε καὶ γυναῖκες , στάντες κατὰ τὰς θύρας τοῦ βασιλέος βοῶσι ὠρυόμενοι , δὲ βασιλεὺς τοῖσι δεομένοισι αὐτῶν μάλιστα ἐντέλλεται ἀνοίγειν τὰς πύλας τὰς ἐς τοῦτο φερούσας · ἐπεὰν δὲ διάκορος γῆ σφεων γένηται πίνουσα τὸ ὕδωρ , αὗται μὲν αἱ πύλαι ἀποκληίονται , ἄλλας δ’ ἐντέλλεται ἀνοίγειν ἄλλοισι τοῖσι δεομένοισι μάλιστα τῶν λοιπῶν . Ὡς δ’ ἐγὼ οἶδα ἀκούσας , χρήματα μεγάλα πρησσόμενος ἀνοίγει πάρεξ τοῦ φόρου . Ταῦτα μὲν δὴ ἔχει οὕτω .