3.115 Αὗται μέν νυν ἔν τε τῇ Ἀσίῃ ἐσχατιαί εἰσι καὶ ἐν τῇ Λιβύῃ . Περὶ δὲ τῶν ἐν τῇ Εὐρώπῃ τῶν πρὸς ἑσπέρην ἐσχατιέων ἔχω μὲν οὐκ ἀτρεκέως λέγειν · οὔτε γὰρ ἔγωγε ἐνδέκομαι Ἠριδανόν τινα καλέεσθαι πρὸς βαρβάρων ποταμὸν ἐκδιδόντα ἐς θάλασσαν τὴν πρὸς βορέην ἄνεμον , ἀπ’ ὅτεο τὸ ἤλεκτρον φοιτᾶν λόγος ἐστί , οὔτε νήσους οἶδα Κασσιτερίδας ἐούσας , ἐκ τῶν κασσίτερος ἡμῖν φοιτᾷ . Τοῦτο μὲν γὰρ Ἠριδανὸς αὐτὸ κατηγορέει τὸ οὔνομα ὡς ἔστι Ἑλληνικὸν καὶ οὐ βάρβαρον , ὑπὸ ποιητέω δέ τινος ποιηθέν · τοῦτο δὲ οὐδενὸς αὐτόπτεω γενομένου δύναμαι ἀκοῦσαι , τοῦτο μελετῶν , ὅκως θάλασσά ἐστι τὰ ἐπέκεινα τῆς Εὐρώπης . Ἐξ ἐσχάτης δ’ ὦν τε κασσίτερος ἡμῖν φοιτᾷ καὶ τὸ ἤλεκτρον .
3.116 Πρὸς δὲ ἄρκτου τῆς Εὐρώπης πολλῷ τι πλεῖστος χρυσὸς φαίνεται ἐών . Ὅκως μὲν γινόμενος , οὐκ ἔχω οὐδὲ τοῦτο ἀτρεκέως εἶπαι , λέγεται δὲ ὑπὲκ τῶν γρυπῶν ἁρπάζειν Ἀριμασποὺς ἄνδρας μουνοφθάλμους · πείθομαι δὲ οὐδὲ τοῦτο , ὅκως μουνόφθαλμοι ἄνδρες φύονται , φύσιν ἔχοντες τὴν ἄλλην ὁμοίην τοῖσι ἄλλοισι ἀνθρώποισι . Αἱ δὲ ὦν ἐσχατιαὶ οἴκασι , περικληίουσαι τὴν ἄλλην χώρην καὶ ἐντὸς ἀπέργουσαι , τὰ κάλλιστα δοκέοντα ἡμῖν εἶναι καὶ σπανιώτατα ἔχειν αὐταί .