3.113 Τοσαῦτα μὲν θυωμάτων πέρι εἰρήσθω , ἀπόζει δὲ τῆς χώρης τῆς Ἀραβίης θεσπέσιον ὡς ἡδύ . Δύο δὲ γένεα ὀΐων σφι ἔστι θώματος ἄξια , τὰ οὐδαμόθι ἑτέρωθι ἔστι . Τὸ μὲν αὐτῶν ἕτερον ἔχει τὰς οὐρὰς μακράς , τριῶν πήχεων οὐκ ἐλάσσονας , τὰς εἴ τις ἐπείη σφι ἐπέλκειν , ἕλκεα ἂν ἔχοιεν ἀνατριβομένων πρὸς τῇ γῇ τῶν οὐρέων · νῦν δ’ ἅπας τις τῶν ποιμένων ἐπίσταται ξυλουργέειν ἐς τοσοῦτο · ἁμαξίδας γὰρ ποιεῦντες ὑποδέουσι αὐτὰς τῇσι οὐρῇσι , ἑνὸς ἑκάστου κτήνεος τὴν οὐρὴν ἐπὶ ἁμαξίδα ἑκάστην καταδέοντες . Τὸ δὲ ἕτερον γένος τῶν ὀΐων τὰς οὐρὰς πλατέας φορέουσι καὶ ἐπὶ πῆχυν πλάτος .
3.114 Ἀποκλινομένης δὲ μεσαμβρίης παρήκει πρὸς δύνοντα ἥλιον Αἰθιοπίη χώρη ἐσχάτη τῶν οἰκεομένων · αὕτη δὲ χρυσόν τε φέρει πολλὸν καὶ ἐλέφαντας ἀμφιλαφέας καὶ δένδρεα παντοῖα ἄγρια καὶ ἔβενον καὶ ἄνδρας μεγίστους καὶ καλλίστους καὶ μακροβιωτάτους . ʹ