3.111 Τὸ δὲ δὴ κινάμωμον ἔτι τούτων θωμαστότερον συλλέγουσι . Ὅκου μὲν γὰρ γίνεται καὶ ἥτις μιν γῆ τρέφουσά ἐστι , οὐκ ἔχουσι εἰπεῖν , πλὴν ὅτι λόγῳ οἰκότι χρεώμενοι ἐν τοῖσδε χωρίοισί φασί τινες αὐτὸ φύεσθαι ἐν τοῖσι Διόνυσος ἐτράφη . Ὄρνιθας δὲ λέγουσι μεγάλας φορέειν ταῦτα τὰ κάρφεα τὰ ἡμεῖς ἀπὸ Φοινίκων μαθόντες κινάμωμον καλέομεν , φορέειν δὲ τὰς ὄρνιθας ἐς νεοσσιὰς προσπεπλασμένας ἐκ πηλοῦ πρὸς ἀποκρήμνοισι ὄρεσι , ἔνθα πρόσβασιν ἀνθρώπῳ οὐδεμίαν εἶναι . Πρὸς ὦν δὴ ταῦτα τοὺς Ἀραβίους σοφίζεσθαι τάδε , βοῶν τε καὶ ὄνων τῶν ἀπογινομένων καὶ τῶν ἄλλων ὑποζυγίων τὰ μέλεα διαταμόντας ὡς μέγιστα κομίζειν ἐς ταῦτα τὰ χωρία καί σφεα θέντας ἀγχοῦ τῶν νεοσσιέων ἀπαλλάσσεσθαι ἑκὰς αὐτέων · τὰς δὲ ὄρνιθας καταπετομένας αὐτίκα τὰ μέλεα τῶν ὑποζυγίων ἀναφορέειν ἐπὶ τὰς νεοσσιάς , τὰς δὲ οὐ δυναμένας ἴσχειν καταρρήγνυσθαι ἐπὶ γῆν , τοὺς δὲ ἐπιόντας συλλέγειν οὕτω μὲν τὸ κινάμωμον , συλλεγόμενον δ’ ἐκ τούτων ἀπικνέεσθαι ἐς τὰς ἄλλας χώρας .
3.112 Τὸ δὲ δὴ λήδανον , τὸ καλέουσι Ἀράβιοι λάδανον , ἔτι τούτου θωμασιώτερον γίνεται . Ἐν γὰρ δυσοδμοτάτῳ γινόμενον εὐωδέστατόν ἐστι · τῶν γὰρ αἰγῶν τῶν τράγων ἐν τοῖσι πώγωσι εὑρίσκεται ἐγγινόμενον , οἷον γλοιός , ἀπὸ τῆς ὕλης . Χρήσιμον δ’ ἐς πολλὰ τῶν μύρων ἐστί , θυμιῶσί τε μάλιστα τοῦτο Ἀράβιοι .