3.109 Ὣς δὲ καὶ αἱ ἔχιδναί τε καὶ οἱ ἐν Ἀραβίοισι ὑπόπτεροι ὄφιες εἰ ἐγίνοντο ὡς φύσις αὐτοῖσι ὑπάρχει , οὐκ ἂν ἦν βιώσιμα ἀνθρώποισι · νῦν δὲ ἐπεὰν θορνύωνται κατὰ ζεύγεα καὶ ἐν αὐτῇ ἔρσην τῇ ἐκποιήσι , ἀπιεμένου αὐτοῦ τὴν γονὴν θήλεα ἅπτεται τῆς δειρῆς καὶ ἐμφῦσα οὐκ ἀνιεῖ πρὶν ἂν διαφάγῃ . μὲν δὴ ἔρσην ἀποθνῄσκει τρόπῳ τῷ εἰρημένῳ , δὲ θήλεα τίσιν τοιήνδε ἀποτίνει τῷ ἔρσενι · τῷ γονέϊ τιμωρέοντα ἔτι ἐν τῇ γαστρὶ ἐόντα τὰ τέκνα διεσθίει τὴν μητέρα , διαφαγόντα δὲ τὴν νηδὺν αὐτῆς οὕτω τὴν ἔκδυσιν ποιέεται . Οἱ δὲ ἄλλοι ὄφιες ἐόντες ἀνθρώπων οὐ δηλήμονες τίκτουσί τε ᾠὰ καὶ ἐκλέπουσι πολλόν τι χρῆμα τῶν τέκνων . Αἱ μέν νυν ἔχιδναι κατὰ πᾶσαν τὴν γῆν εἰσι , οἱ δὲ ὑπόπτεροι ἐόντες ἀθρόοι εἰσὶ ἐν τῇ Ἀραβίῃ καὶ οὐδαμῇ ἄλλῃ · κατὰ τοῦτο δοκέουσι πολλοὶ εἶναι .
3.110 Τὸν μὲν δὴ λιβανωτὸν τοῦτον οὕτω κτῶνται Ἀράβιοι , τὴν δὲ κασίην ὧδε . Ἐπεὰν καταδήσωνται βύρσῃσι καὶ δέρμασι ἄλλοισι πᾶν τὸ σῶμα καὶ τὸ πρόσωπον πλὴν αὐτῶν τῶν ὀφθαλμῶν , ἔρχονται ἐπὶ τὴν κασίην · δὲ ἐν λίμνῃ φύεται οὐ βαθέῃ , περὶ δὲ αὐτὴν καὶ ἐν αὐτῇ αὐλίζεταί κου θηρία πτερωτά , τῇσι νυκτερίσι προσείκελα μάλιστα , καὶ τέτριγε δεινόν , καὶ ἐς ἀλκὴν ἄλκιμα · τὰ δεῖ ἀπαμυνομένους ἀπὸ τῶν ὀφθαλμῶν οὕτω δρέπειν τὴν κασίην .