3.108 Λέγουσι δὲ καὶ τόδε Ἀράβιοι , ὡς πᾶσα ἂν γῆ ἐπίμπλατο τῶν ὀφίων τούτων , εἰ μὴ γίνεσθαι κατ’ αὐτοὺς οἷόν τι κατὰ τὰς ἐχίδνας ἠπιστάμην γίνεσθαι . Καί κως τοῦ θείου προνοίη , ὥσπερ καὶ οἰκός ἐστι , ἐοῦσα σοφή , ὅσα μὲν γὰρ ψυχήν τε δειλὰ καὶ ἐδώδιμα , ταῦτα μὲν πάντα πολύγονα πεποίηκε , ἵνα μὴ ἐπιλίπῃ κατεσθιόμενα , ὅσα δὲ σχέτλια καὶ ἀνιηρά , ὀλιγόγονα . Τοῦτο μέν , ὅτι λαγὸς ὑπὸ παντὸς θηρεύεται θηρίου καὶ ὄρνιθος καὶ ἀνθρώπου , οὕτω δή τι πολύγονόν ἐστι · ἐπικυΐσκεται μοῦνον πάντων θηρίων , καὶ τὸ μὲν δασὺ τῶν τέκνων ἐν τῇ γαστρί , τὸ δὲ ψιλόν , τὸ δὲ ἄρτι ἐν τῇσι μήτρῃσι πλάσσεται , τὸ δὲ ἀναιρέεται . Τοῦτο μὲν δὴ τοιοῦτό ἐστι , δὲ δὴ λέαινα , ἐὸν ἰσχυρότατον καὶ θρασύτατον , ἅπαξ ἐν τῷ βίῳ τίκτει ἕν · τίκτουσα γὰρ συνεκβάλλει τῷ τέκνῳ τὰς μήτρας . Τὸ δὲ αἴτιον τούτου τόδε ἐστί · ἐπεὰν σκύμνος ἐν τῇ μητρὶ ἐὼν ἄρχηται διακινεόμενος , δὲ ἔχων ὄνυχας θηρίων πολλὸν πάντων ὀξυτάτους ἀμύσσει τὰς μήτρας , αὐξόμενός τε δὴ πολλῷ μᾶλλον ἐπικνέεται καταγράφων · πέλας τε δὴ τόκος ἐστὶ καὶ τὸ παράπαν λείπεται αὐτέων ὑγιὲς οὐδέν .