3.107 Πρὸς δ’ αὖ μεσαμβρίης ἐσχάτη Ἀραβίη τῶν οἰκεομένων χωρέων ἐστί · ἐν δὲ ταύτῃ λιβανωτός τέ ἐστι μούνῃ χωρέων πασέων φυόμενος καὶ σμύρνη καὶ κασίη καὶ κινάμωμον καὶ λήδανον . Ταῦτα πάντα πλὴν τῆς σμύρνης δυσπετέως κτῶνται οἱ Ἀράβιοι . Τὸν μέν γε λιβανωτὸν συλλέγουσι τὴν στύρακα θυμιῶντες , τὴν ἐς Ἕλληνας φοίνικες ἐξάγουσι , ταύτην θυμιῶντες λαμβάνουσι · τὰ γὰρ δένδρεα ταῦτα τὰ λιβανωτοφόρα ὄφιες ὑπόπτεροι , σμικροὶ τὰ μεγάθεα , ποικίλοι τὰ εἴδεα , φυλάσσουσι πλήθεϊ πολλοὶ περὶ δένδρον ἕκαστον , οὗτοι οἵ περ ἐπ’ Αἴγυπτον ἐπιστρατεύονται · οὐδενὶ δὲ ἄλλῳ ἀπελαύνονται ἀπὸ τῶν δενδρέων τῆς στύρακος τῷ καπνῷ .