3.105 Ἐπεὰν δὲ ἔλθωσι ἐς τὸν χῶρον οἱ Ἰνδοὶ ἔχοντες θυλάκια , ἐμπλήσαντες ταῦτα τῆς ψάμμου τὴν ταχίστην ἐλαύνουσι ὀπίσω · αὐτίκα γὰρ οἱ μύρμηκες ὀδμῇ , ὡς δὴ λέγεται ὑπὸ Περσέων , μαθόντες διώκουσι . Εἶναι δὲ ταχυτῆτα οὐδενὶ ἑτέρῳ ὅμοιον , οὕτω ὥστε , εἰ μὴ προλαμβάνειν τοὺς Ἰνδοὺς τῆς ὁδοῦ ἐν τοὺς μύρμηκας συλλέγεσθαι , οὐδένα ἄν σφεων ἀποσῴζεσθαι . Τοὺς μέν νυν ἔρσενας τῶν καμήλων , εἶναι γὰρ ἥσσονας θέειν τῶν θηλέων , παραλύεσθαι ἐπελκομένους , οὐκ ὁμοῦ ἀμφοτέρους · τὰς δὲ θηλέας ἀναμιμνησκομένας τῶν ἔλιπον τέκνων ἐνδιδόναι μαλακὸν οὐδέν . Τὸν μὲν δὴ πλέω τοῦ χρυσοῦ οὕτω οἱ Ἰνδοὶ κτῶνται , ὡς Πέρσαι φασί · ἄλλος δὲ σπανιώτερός ἐστι ἐν τῇ χώρῃ ὀρυσσόμενος . ʹ
3.106 Αἱ δ’ ἐσχατιαί κως τῆς οἰκεομένης τὰ κάλλιστα ἔλαχον , κατά περ Ἑλλὰς τὰς ὥρας πολλόν τι κάλλιστα κεκρημένας ἔλαχε . Τοῦτο μὲν γὰρ πρὸς τὴν ἠῶ ἐσχάτη τῶν οἰκεομένων Ἰνδική ἐστι , ὥσπερ ὀλίγῳ πρότερον εἴρηκα · ἐν ταύτῃ τοῦτο μὲν τὰ ἔμψυχα , τὰ τετράποδά τε καὶ τὰ πετεινά , πολλῷ μέζω ἐν τοῖσι ἄλλοισι χωρίοισί ἐστι , πάρεξ τῶν ἵππων οὗτοι δὲ ἑσσοῦνται ὑπὸ τῶν Μηδικῶν , Νησαίων δὲ καλεομένων ἵππων , τοῦτο δὲ χρυσὸς ἄπλετος αὐτόθι ἐστί , μὲν ὀρυσσόμενος , δὲ καταφορεόμενος ὑπὸ τῶν ποταμῶν , δὲ ὥσπερ ἐσήμηνα ἁρπαζόμενος . Τὰ δὲ δένδρεα τὰ ἄγρια αὐτόθι φέρει καρπὸν εἴρια καλλονῇ τε προφέροντα καὶ ἀρετῇ τῶν ἀπὸ τῶν ὀΐων · καὶ ἐσθῆτι Ἰνδοὶ ἀπὸ τούτων τῶν δενδρέων χρέωνται .