3.104 Οἱ δὲ δὴ Ἰνδοὶ τρόπῳ τοιούτῳ καὶ ζεύξι τοιαύτῃ χρεώμενοι ἐλαύνουσι ἐπὶ τὸν χρυσὸν λελογισμένως ὅκως ἂν καυμάτων τῶν θερμοτάτων ἐόντων ἔσονται ἐν τῇ ἁρπαγῇ · ὑπὸ γὰρ τοῦ καύματος οἱ μύρμηκες ἀφανέες γίνονται ὑπὸ γῆν . Θερμότατος δέ ἐστι ἥλιος τούτοισι τοῖσι ἀνθρώποισι τὸ ἑωθινόν , οὐ κατά περ τοῖσι ἄλλοισι μεσαμβρίης , ἀλλ’ ὑπερτείλας μέχρις οὗ ἀγορῆς διαλύσιος · τοῦτον δὲ τὸν χρόνον καίει πολλῷ μᾶλλον τῇ μεσαμβρίῃ τὴν Ἑλλάδα , οὕτω ὥστε ἐν ὕδατι λόγος αὐτούς ἐστι βρέχεσθαι τηνικαῦτα · μεσοῦσα δὲ ἡμέρη σχεδὸν παραπλησίως καίει τούς τε ἄλλους ἀνθρώπους καὶ τοὺς Ἰνδούς · ἀποκλινομένης δὲ τῆς μεσαμβρίης γίνεταί σφι ἥλιος κατά περ τοῖσι ἄλλοισι ἑωθινός · καὶ τὸ ἀπὸ τούτου ἀπιὼν ἐπὶ μᾶλλον ψύχει , ἐς ἐπὶ δυσμῇσι ἐὼν καὶ τὸ κάρτα ψύχει .